Βασικό Λεξικό της Αρχαίας Ελληνικής

Βρες

Επιλογές αναζήτησης

  • ΛΗΜΜΑ

    • λέγω
    • ρήμα
  • ΣΗΜΑΣΙΟΛΟΓΙΚΟ

    • Α. ΕΝΕΡΓΗΤΙΚΟ 1. συλλέγω |επιλέγω 2. αριθμώ, συγκαταλέγω |φρ. λέγω τινά οὐδαμοῦ=θεωρώ κάποιον μηδαμινό, τιποτένιο |φρ. κέρδος λέγω=θεωρώ κέρδος 3. απαριθμώ, επαναλαμβάνω, διηγούμαι Β. ΜΕΣΟ συλλέγω για τον εαυτό μου |επιλέγω για τον εαυτό μου Γ. ΠΑΘΗΤΙΚΟ 1. συλλέγομαι, επιλέγομαι 2. συγκαταλέγομαι, απαριθμούμαι Α. ΕΝΕΡΓΗΤΙΚΟ 1. λέω, μιλώ, αναφέρω |με εμπρόθετο προσδιορισμό |με αιτ. και απρφ. |με ειδική πρόταση |με πλάγια ερωτηματική πρόταση |απόλ. |με μτχ. |με δοτ. προσ. και αιτ. πράγμ. |με αιτ. προσ. και αιτ. πράγμ. |φρ. λέγω τά τινος=αναφέρω για κπ. |φρ. εὖ λέγω=επαινώ, κακῶς λέγω=κακολογώ, αποδοκιμάζω |πλεοναστική χρήση |φρ. λέγω τι=έχω δίκιο, λέω κάτι (με ευφημιστικό τόνο) |φρ. εὖ λέγω, καλῶς λέγω, ὀρθῶς λέγω=μιλώ ορθά |φρ. λέγω οὐδέν=λέω κτ. χωρίς σημασία ή ψεύδομαι |φρ. κακῶς λέγω=δεν μιλώ ορθά 2. προσδιορίζω, αποκαλώ, θεωρώ 3. διατάζω, παραγγέλλω 4. ανακοινώνω, διακηρύττω |για χρησμούς, έγγραφα 5. εννοώ, προσδιορίζω |φρ. τί λέγω, πῶς λέγω=τι θέλω να πω, τι εννοώ 6. διαβάζω δυνατά κτ. γραμμένο |τραγουδώ, ψάλλω |εγκωμιάζω, εξυμνώ, καυχιέμαι για κτ. |κάνω λόγο για κτ. |έχω ρητορική ικανότητα, ευφράδεια |ρητορική |φρ. (δίκας) λέγειν ὑπέρ τινος=ομιλώ ως συνήγορος κπ. |εκθέτω δημόσια με το λόγο απόψεις, ισχυρίζομαι, διαβεβαιώνω |διατάζω να πουν, αποστέλλω λόγο με κπ. άλλο, γνωστοποιώ Β. ΜΕΣΟ απαριθμώ, επαναλαμβάνω, διηγούμαι Γ. ΠΑΘΗΤΙΚΟ 1. λέγομαι, αναφέρομαι |λέγεται, αναφέρεται |απρόσ. |φρ. τὸ λεγόμενον=όπως λένε |απόλ. 2. προσδιορίζομαι, θεωρούμαι, αποκαλούμαι

    Εμφάνιση/Απόκρυψη Σημασιολογίας

    • Α. ΕΝΕΡΓΗΤΙΚΟ
    • 1. συλλέγω
    • ΟΜ Ιλ 23.238 αὐτὰρ ἔπειτα ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν εὖ διαγιγνώσκοντες
    • επιλέγω
    • ΠΛ Νομ 738a λέγωμεν δὴ τὸν πλείστας καὶ ἐφεξῆς μάλιστα διανομὰς ἐν αὑτῷ κεκτημένον
    • 2. αριθμώ, συγκαταλέγω
    • ΟΜ Οδ 4.452 ἐν δ᾽ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ ὠΐσθη δόλον εἶναι
    • ΑΙΣΧ Πρ 972 χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ ἐχθροὺς ἴδοιμι· καὶ σὲ δ᾽ ἐν τούτοις λέγω
    • φρ. λέγω τινά οὐδαμοῦ=θεωρώ κάποιον μηδαμινό, τιποτένιο
    • ΣΟΦ Αντ 182 καὶ μείζον᾽ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω
    • φρ. κέρδος λέγω=θεωρώ κέρδος
    • ΑΙΣΧ ΕπτΘ 697 λέγουσα κέρδος πρότερον ὑστέρου μόρου
    • ΣΟΦ Αντ 461 εἰ δὲ τοῦ χρόνου πρόσθεν θανοῦμαι, κέρδος αὔτ᾽ ἐγὼ λέγω
    • 3. απαριθμώ, επαναλαμβάνω, διηγούμαι
    • ΟΜ Οδ 23.306 αὐτὰρ διογενὴς Ὀδυσεύς, ὅσα κήδε᾽ ἔθηκεν ἀνθρώποισ᾽ ὅσα τ᾽ αὐτὸς ὀϊζύσας ἐμόγησε, πάντ᾽ ἔλεγε
    • ΑΙΣΧ Πρ 632 τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον, αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας
    • Β. ΜΕΣΟ συλλέγω για τον εαυτό μου
    • ΟΜ Ιλ 8.546 οἶνον δὲ μελίφρονα οἰνίζοντο, σῖτόν τ᾽ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο
    • ΟΜ Ιλ 24.792 αὐτὰρ ἔπειτα ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ᾽ ἕταροί τε μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν
    • επιλέγω για τον εαυτό μου
    • ΟΜ Οδ 24.107 οὐδέ κεν ἄλλως κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους
    • Γ. ΠΑΘΗΤΙΚΟ
    • 1. συλλέγομαι, επιλέγομαι
    • ΟΜ Ιλ 13.276 εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι ἐς λόχον
    • ΠΛ Νομ 737c ὄγκος δὴ πλήθους ἱκανὸς οὐκ ἄλλως ὀρθῶς γίγνοιτ᾽ ἂν λεχθεὶς ἢ πρὸς τὴν γῆν καὶ πρὸς τὰς τῶν πλησιοχώρων πόλεις
    • 2. συγκαταλέγομαι, απαριθμούμαι
    • ΟΜ Ιλ 3.188 καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην
    • ΕΥΡ Αλκησ 322 ἀλλ᾽ αὐτίκ᾽ ἐν τοῖς οὐκέτ᾽ οὖσι λέξομαι
    • Α. ΕΝΕΡΓΗΤΙΚΟ
    • 1. λέω, μιλώ, αναφέρω
    • ΑΙΣΧ ΕπτΘ 619 φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια
    • ΣΟΦ Τραχ 187 καὶ τοῦ τόδ᾽ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;
    • ΙΣΟΚΡ 20.2 ὥστε καὶ περὶ τῆς κακηγορίας νόμον ἔθεσαν ὃς κελεύει τοὺς λέγοντάς τι τῶν ἀπορρήτων πεντακοσίας δραχμὰς ὀφείλειν
    • με εμπρόθετο προσδιορισμό
    • ΘΟΥΚ 1.22.3 ἐπιπόνως δὲ ηὑρίσκετο, διότι οἱ παρόντες τοῖς ἔργοις ἑκάστοις οὐ ταὐτὰ περὶ τῶν αὐτῶν ἔλεγον, ἀλλ᾽ ὡς ἑκατέρων τις εὐνοίας ἢ μνήμης ἔχοι
    • ΑΡΙΣΤΟΦ Αχ 39 ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ
    • με αιτ. και απρφ.
    • ΘΟΥΚ 2.41.1 ξυνελών τε λέγω τήν τε πᾶσαν πόλιν τῆς Ἑλλάδος παίδευσιν εἶναι
    • ΞΕΝ Ελλ 5.4.7 οἱ μὲν δὴ οὕτω λέγουσιν αὐτοὺς ἀποθανεῖν
    • με ειδική πρόταση
    • ΕΥΡ Μηδ 248 λέγουσι δ᾽ ἡμᾶς ὡς ἀκίνδυνον βίον ζῶμεν κατ᾽ οἴκους
    • ΘΟΥΚ 1.38.1 λέγοντες ὡς οὐκ ἐπὶ τῷ κακῶς πάσχειν ἐκπεμφθεῖεν
    • με πλάγια ερωτηματική πρόταση
    • ΑΙΣΧ Ικ 519 καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν
    • ΠΛ Ευθυφ 14d ἀλλά μοι λέξον τίς αὕτη ἡ ὑπηρεσία ἐστὶ τοῖς θεοῖς;
    • απόλ.
    • ΣΟΦ Φιλ 334 τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δ᾽ ὕπο, τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς
    • ΔΗΜ 5.18 Θηβαῖοι δ᾽ ἔχουσι μέν, ὡς λέγουσιν, ἀπεχθῶς, ἔτι δ᾽ ἐχθροτέρως σχήσουσιν
    • με μτχ.
    • ΑΙΣΧ Αγ 671 καὶ νῦν ἐκείνων εἴ τις ἐστὶν ἐμπνέων, λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μήν;
    • ΔΗΜ 1.27 μηδενὸς ὄντος ἐν αὐτῇ πολεμίου λέγω
    • με δοτ. προσ. και αιτ. πράγμ.
    • ΑΙΣΧ Ευμ 881 οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά
    • ΞΕΝ Ελλ 1.6.4 ἐκ τούτου δὲ ὁ Καλλικρατίδας συγκαλέσας τοὺς Λακεδαιμονίων ἐκεῖ παρόντας ἔλεγεν αὐτοῖς τοιάδε
    • με αιτ. προσ. και αιτ. πράγμ.
    • ΞΕΝ Απομν 2.2.9 χαλεπώτερον εἶναί σοι ἀκούειν ὧν αὕτη λέγει ἢ τοῖς ὑποκριταῖς, ὅταν ἐν ταῖς τραγῳδίαις ἀλλήλους τὰ ἔσχατα λέγωσιν;
    • ΑΡΙΣΤΟΦ Εκκλ 435 τὰς μὲν γυναῖκας πόλλ᾽ ἀγαθὰ λέγων, σὲ δὲ πολλὰ κακά
    • φρ. λέγω τά τινος=αναφέρω για κπ.
    • ΣΟΦ ΟιδΚ 268 εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν
    • ΑΡΙΣΤΟΦ Αχ 424 ἀλλ᾽ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;
    • φρ. εὖ λέγω=επαινώ, κακῶς λέγω=κακολογώ, αποδοκιμάζω
    • ΕΥΡ Εκ 1191 καὶ μὴ δύνασθαι τἄδικ᾽ εὖ λέγειν ποτέ
    • ΞΕΝ Απομν 2.3.8 ἐπιστάμενός γε καὶ εὖ λέγειν τὸν εὖ λέγοντα καὶ εὖ ποιεῖν τὸν εὖ ποιοῦντα
    • πλεοναστική χρήση
    • ΣΟΦ Αι 756 ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων
    • ΑΡΙΣΤΟΦ Ορν 472 ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι
    • φρ. λέγω τι=έχω δίκιο, λέω κάτι (με ευφημιστικό τόνο)
    • ΣΟΦ Αντ 757 βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;
    • ΞΕΝ Απομν 2.1.12 ὥσπερ οὔτε δι᾽ ἀρχῆς οὔτε διὰ δουλείας ἡ ὁδὸς αὕτη φέρει, οὕτω μηδὲ δι᾽ ἀνθρώπων, ἴσως ἄν τι λέγοις
    • φρ. εὖ λέγω, καλῶς λέγω, ὀρθῶς λέγω=μιλώ ορθά
    • ΣΟΦ ΟιδΤ 985 νῦν δ᾽ ἐπεὶ ζῇ, πᾶσ᾽ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν
    • ΞΕΝ Ελλ 4.2.13 δόξαντος δ᾽ εὖ λέγειν αὐτοῦ ἐψηφίσαντο ταῦτα
    • ΘΟΥΚ 1.70.9 ὥστε εἴ τις αὐτοὺς ξυνελὼν φαίη πεφυκέναι ἐπὶ τῷ μήτε αὐτοὺς ἔχειν ἡσυχίαν μήτε τοὺς ἄλλους ἀνθρώπους ἐᾶν, ὀρθῶς ἂν εἴποι
    • φρ. λέγω οὐδέν=λέω κτ. χωρίς σημασία ή ψεύδομαι
    • ΑΡΙΣΤΟΦ Ιππ 334 νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι
    • ΠΛ Απολ 30b εἰ δέ τίς μέ φησιν ἄλλα λέγειν ἢ ταῦτα, οὐδὲν λέγει
    • φρ. κακῶς λέγω=δεν μιλώ ορθά
    • ΕΥΡ Εκ 294 τὸ δ᾽ ἀξίωμα, κἂν κακῶς λέγῃς, τὸ σὸν πείσει
    • 2. προσδιορίζω, αποκαλώ, θεωρώ
    • ΕΥΡ Μηδ 190 σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺς τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις
    • ΣΟΦ ΟιδΚ 1298 ὧν ἐγὼ μάλιστα μὲν τὴν σὴν Ἐρινὺν αἰτίαν εἶναι λέγω
    • ΑΡΙΣΤ Ποιητ 1449b λέγω δὲ λέξιν μὲν αὐτὴν τὴν τῶν μέτρων σύνθεσιν, μελοποιίαν δὲ ὃ τὴν δύναμιν φανερὰν ἔχει πᾶσαν
    • 3. διατάζω, παραγγέλλω
    • ΕΥΡ Ιππολ 113 τὴν σὴν δὲ Κύπριν πόλλ᾽ ἐγὼ χαίρειν λέγω
    • ΣΟΦ Φιλ 101 λέγω σ᾽ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν
    • 4. ανακοινώνω, διακηρύττω
    • για χρησμούς, έγγραφα
    • ΞΕΝ Ελλ 6.4.7 ὁ χρησμὸς ὁ λεγόμενος ὡς δέοι ἐνταῦθα Λακεδαιμονίους ἡττηθῆναι
    • ΗΡ 8.140 ὡς δὲ ἀπίκετο ἐς τὰς Ἀθήνας ἀποπεμφθεὶς ὑπὸ Μαρδονίου, ἔλεγε τάδε· "Ἄνδρες Ἀθηναῖοι, Μαρδόνιος τάδε λέγει...
    • 5. εννοώ, προσδιορίζω
    • ΑΙΣΧ Πρ 945 τὸν ἐξαμαρτόντ᾽ εἰς θεοὺς ἐφημέροις πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω
    • ΕΥΡ Ηρακλ 642 ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω
    • φρ. τί λέγω, πῶς λέγω=τι θέλω να πω, τι εννοώ
    • ΕΥΡ Τρ 233 τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ Δωρίδος ἐσμὲν χθονὸς ἤδη
    • ΔΗΜ 23.34 γράψας γὰρ "ἐάν τις ἀποκτείνῃ Χαρίδημον," "ἀγώγιμος ἔστω" φησὶν "πανταχόθεν." τί λέγεις;
    • ΠΛ Σοφ 217a
    • 6. διαβάζω δυνατά κτ. γραμμένο
    • ΠΛ Θεαιτ 143c ἀλλά, παῖ, λαβὲ τὸ βιβλίον καὶ λέγε
    • τραγουδώ, ψάλλω
    • ΑΙΣΧ Αγ 644 τοιῶνδε μέντοι πημάτων σεσαγμένον πρέπει λέγειν παιᾶνα τόνδ᾽ Ἐρινύων
    • εγκωμιάζω, εξυμνώ, καυχιέμαι για κτ.
    • ΞΕΝ ΚΠαιδ 1.3.10 λέγων δὲ ἕκαστος ὑμῶν τὴν ἑαυτοῦ ῥώμην
    • κάνω λόγο για κτ.
    • ΞΕΝ Ελλ 6.5.25 ἐπεὶ μέντοι ἧκον ἔκ τε Καρυῶν λέγοντες τὴν ἐρημίαν
    • έχω ρητορική ικανότητα, ευφράδεια
    • ρητορική
    • ΕΥΡ Μηδ 580 ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει
    • ΙΣΟΚΡ 3.8 καὶ ῥητορικοὺς μὲν καλοῦμεν τοὺς ἐν τῷ πλήθει δυναμένους λέγειν
    • φρ. (δίκας) λέγειν ὑπέρ τινος=ομιλώ ως συνήγορος κπ.
    • ΙΣΟΚΡ 18.56 πῶς δὲ χρὴ τούτῳ πιστεύειν ὑπὲρ αὑτοῦ λέγοντι
    • ΔΕΙΝ 1.111 καὶ ἀντὶ μὲν λογογράφου καὶ μισθοῦ τὰς δίκας λέγοντος ὑπὲρ Κτησίππου καὶ Φορμίωνος
    • εκθέτω δημόσια με το λόγο απόψεις, ισχυρίζομαι, διαβεβαιώνω
    • ΔΗΜ 3.15 καὶ γὰρ εἰπεῖν τὰ δέοντα παρ᾽ ὑμῖν εἰσιν, ὦ ἄνδρες Ἀθηναῖοι, δυνάμενοι
    • ΠΛ Φιληβ 36c πότερον ἀληθεῖς ταύτας τὰς λύπας τε καὶ ἡδονὰς ἢ ψευδεῖς εἶναι λέξομεν;
    • διατάζω να πουν, αποστέλλω λόγο με κπ. άλλο, γνωστοποιώ
    • ΞΕΝ ΚΑναβ 1.9.25 Κῦρος γὰρ ἔπεμπε βίκους οἴνου ἡμιδεεῖς πολλάκις ὁπότε πάνυ ἡδὺν λάβοι, λέγων ὅτι οὔπω δὴ πολλοῦ χρόνου τούτου ἡδίονι οἴνῳ ἐπιτύχοι
    • Β. ΜΕΣΟ απαριθμώ, επαναλαμβάνω, διηγούμαι
    • ΟΜ Οδ 3.240 Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ
    • Γ. ΠΑΘΗΤΙΚΟ
    • 1. λέγομαι, αναφέρομαι
    • ΘΟΥΚ 1.13.2 πρῶτοι δὲ Κορίνθιοι λέγονται ἐγγύτατα τοῦ νῦν τρόπου μεταχειρίσαι τὰ περὶ τὰς ναῦς
    • ΕΥΡ απ 206.1 ὦ παῖ, γένοιντ᾽ ἂν εὖ λελεγμένοι λόγοι ψευδεῖς, ἐπῶν δὲ κάλλεσιν νικῷεν ἂν τἀληθές
    • ΙΣΟΚΡ 3.46 ὑμεῖς δ᾽ αὐτοί μοι μάρτυρές ἐστε πάντων τῶν εἰρημένων
    • ΞΕΝ Ελλ 2.2.3 ἐν δὲ ταῖς Ἀθήναις τῆς Παράλου ἀφικομένης νυκτὸς ἐλέγετο ἡ συμφορά
    • λέγεται, αναφέρεται
    • απρόσ.
    • ΙΣΟΚΡ 4.70 λέγεται δ᾽ οὖν περὶ μὲν Ἀμαζόνων ὡς τῶν μὲν ἐλθουσῶν οὐδεμία πάλιν ἀπῆλθεν
    • ΑΡΙΣΤ Ρητ 1409a καὶ τίνες εὔρυθμον ποιοῦσι ῥυθμοὶ καὶ πῶς ἔχοντες, εἴρηται
    • φρ. τὸ λεγόμενον=όπως λένε
    • απόλ.
    • ΘΟΥΚ 2.47.3 ἡ νόσος πρῶτον ἤρξατο γενέσθαι τοῖς Ἀθηναίοις, λεγόμενον μὲν καὶ πρότερον πολλαχόσε ἐγκατασκῆψαι
    • 2. προσδιορίζομαι, θεωρούμαι, αποκαλούμαι
    • ΘΟΥΚ 1.23.6 αἱ δ᾽ ἐς τὸ φανερὸν λεγόμεναι αἰτίαι αἵδ᾽ ἦσαν ἑκατέρων, ἀφ᾽ ὧν λύσαντες τὰς σπονδὰς ἐς τὸν πόλεμον κατέστησαν
    • ΙΣΟΚΡ 10.18 καὶ πρῶτον μὲν Θησεὺς, ὁ λεγόμενος μὲν Αἰγέως γενομένος δ᾽ ἐκ Ποσειδῶνος
    • ΞΕΝ Ελλ 6.3.8 ὥστε πολλάκις ἐπὶ τοὺς εὐμενεστάτους ἀναγκάζονται στρατεύειν οἱ λεγόμενοι αὐτόνομοι εἶναι
  • ΕΤΥΜΟΛΟΓΙΚΟ

    • < ΛΕΓΩ >
    • Ανάγεται στην ιε. ρίζα *leĝ- =συγκεντρώνω, συλλέγω. Πβ. λατ. lego, άνω γερμ. lesen, γοτθ. lisan.
  • ΜΟΡΦΟΛΟΓΙΚΟ

    • Ρ1 (λέγω με τη σημασία συλλέγω)
    • λέγω, ἔλεγον, λέξω, ἔλεξα, εἴλοχα, εἰλόχειν
    • λέγομαι, ἐλεγόμην, λέξομαι, ἐλεξάμην, εἴλεγμαι, εἰλέγμην
    • παθ. μέλλ. α' λεχθήσομαι, παθ. μέλλ. β' λεγήσομαι, παθ. αόρ. α' ἐλέχθην, παθ. αόρ. β' ἐλέγην
  • ΜΟΡΦΟΛΟΓΙΚΟ

    • Ρ1 (λέγω με τη σημασία ομιλώ)
    • λέγω, ἔλεγον, λέξω και ἐρῶ, αόρ. α' ἔλεξα, αόρ. β' εἶπον, εἴρηκα, εἰρήκειν
    • λέγομαι, ἐλεγόμην, λέξομαι, ἐλεξάμην, εἴρημαι, εἰρήμην
    • παθ. μέλλ. λεχθήσομαι και ῥηθήσομαι, παθ. αόρ. ἐλέχθην και ἐρρήθην
    • αττ. μέλλ. λελέξομαι, αττ. ΜΕΣΟ πρκ. λέλεγμαι
  • ΟΙΚΟΓΕΝΕΙΕΣ ΛΕΞΕΩΝ

    • ΑΠΟ ΤΟΝ ΟΜΗΡΟ ΣΤΗΝ ΚΛΑΣΙΚΗ ΕΛΛΗΝΙΚΗ
      • ουσιαστικά: λέξις, λογάριον 'μικρός λόγος', λογίδιον, λόγιον 'αγγελία, χρησμός', λογισμός 'λογαριασμός, υπολογισμός, εκτίμηση', λογιστήριον 'τόπος όπου κάθονταν οι λογιστές στην Αθήνα, τα αρχεία των λογιστών, τόπος για φιλοσοφικές συζητήσεις', λογιστήρια 'οι λογιστές', λογιστής 'δάσκαλος αριθμητικής, αυτός που κάνει υπολογισμούς, ο λογικά σκεπτόμενος', λογογράφημα, λογογραφία, λογογράφος, λογοποιός 'πεζογράφος, χρονογράφος, μυθογράφος', ἀλογία 'έλλειψη προσοχής, έλλειψη λογικής', φιλολογία, θεολογία, θεολόγος, διάλογος, ἐπίλογος, κατάλογος, σύλλογος, διαλογή, ἐκλογή, συλλογή, καταλογεύς 'αξιωματούχος που καταγράφει τους πολίτες'
      • ρήματα: λογαριάζω, λογίζομαι 'λογαριάζω, υπολογίζω', λογοποιέω 'πλάθω μύθους ή ψευδείς ιστορίες', ἀλογέω 'δεν μιλώ, καταφρονώ, χάνω τα λογικά μου', διαλέγω, ἐκλέγω, ἐπιλέγω, καταλέγω 'εκλέγω, διαλέγω', συλλέγω, ἀναλέγω 'συναθροίζω, συλλέγω'
      • επίθετα: λεκτέος, λεκτικός 'ικανός, αρμόδιος για ομιλία', λεκτός 'εκλεκτός, διαλεκτός', λογαῖος 'εκλεκτός', λογάς 'εκλεκτός', λογικός, λόγιμος 'αξιόλογος, περίφημος', λόγιος 'έμπειρος στα διηγήματα, χρονογράφος, πεπαιδευμένος', λογιστέον, λογιστικός, λογογραφικός, λογοδαίδαλος 'έμπειρος στη διακόσμηση του λόγου', λογοδεής 'αυτός που έχει έλλειψη λόγου ή λογικής', λογοποιϊκός, ἄλογος, ἀλόγιστος, φιλόλογος, ἐλλόγιμος 'υπολογίσιμος, εκτιμούμενος', θεολογικός, συλλογιστικός
      • επιρρήματα: λεκτικῶς, λογικῶς, λογίως, ἀλόγως, ἀλογίστως, συλλογιστικῶς, καταλογάδην 'όπως μιλάει ή διαλέγεται κανείς στον πεζό λόγο'
    • ΑΠΟ ΤΗΝ ΕΛΛΗΝΙΣΤΙΚΗ ΣΤΗ ΛΟΓΙΑ ΒΥΖΑΝΤΙΝΗ
      • ουσιαστικά: λέγμα 'το να μιλά κανείς', λέκτης 'αγορητής, ρήτορας', λεξείδιον ή λεξίδιον 'μικρή λέξη', λεξιθήρ 'αυτός που κυνηγάει λέξεις', λεξιθηρία, λογαριασμός, λογαριαστής, λογεῖον 'τόπος όπου μιλάει κάποιος', λογέμπορος 'αυτός που εμπορεύεται στα λόγια', λογεύς 'ομιλητής, αγορητής', λογία ή λογεῖα 'συλλογή, συνεισφορά υπέρ των φτωχών', λογίατρος 'αυτός που είναι γιατρός μόνο στα λόγια', λογοϊατρεία, λογύδριον, λογικότης, λογιότης, λόγισις 'λογισμός', λόγισμα 'λογαριασμός', λογιστεία 'το αξίωμα του λογιστή', λογογραφεύς 'λογογράφος', λογοδαιδαλία 'εμπειρία, επιτηδειότητα στη διακόσμηση του λόγου', λογόδειπνον 'συμπόσιο λογίων ανδρών', λογοδηρία 'λογομαχία', λογοδιδάσκαλος, λογοείδεια 'ομοιότητα προς τον πεζό λόγο', λογοθεσία 'η νομοθετική λειτουργία, εξέταση και εξακρίβωση λογαριασμού', λογοθέσιον 'λογοδοσία', λογοθέτης 'αυτός που ακούει ή εξετάζει λογαριασμό', λογοθήρας 'αυτός που θηρεύει λόγους', λογοκλοπία, λογολέσχης 'ο φλύαρος', λογομάγειρος 'αυτός που μαγειρεύει λόγους', λογομαχία, λογομύθιον 'μυθώδης διήγηση', λογοπείθεια, λογοποιία, λογοποίημα, λογοπραγία 'λογοποιία', λογοπώλης 'αυτός που πουλάει λόγους', λογοσκόπος 'κατάσκοπος, ωτακουστής', λογοστρόφος 'αυτός που στρέφει τους λόγους με επιτηδειότητα', λογοσυνάκτης 'λογιστής', λογοτέχνης, λογοτεχνία, λογότροπος, λογοφίλης 'αυτός που αγαπά τους λόγους', ἀλόγημα 'ατύχημα, πλάνη, σφάλμα', ἀλογιστία, βιολόγος, ἐκλογεύς 'φοροεισπράκτορας', συλλογεύς
      • ρήματα: λεξείω 'επιθυμώ να πω', λεξιθηρέω, λογάω 'επιθυμώ να μιλώ', λογεύω 'συλλέγω', λογικεύομαι 'συλλογίζομαι σύμφωνα με τους κανόνες της λογικής', λογισμομαχέω 'μάχομαι προς τη δική μου γνώμη, υποχωρώ, υποτάσσομαι', λογιστεύω 'είμαι λογιστής, εξετάζω', λογογραφέω, λογοθετέω 'καλώ σε λογαριασμό', λογολεσχέω 'φλυαρώ, μωρολογώ', λογομανέω 'έχω μανία για τους λόγους, τη σπουδή', λογομαχέω 'μάχομαι για λόγους ή λέξεις', λογόομαι 'είμαι προικισμένος με λογικό', λογοπλοκέω, λογοπραγέω 'πολυλογώ', ἀλογεύομαι 'υποκρίνομαι τον ανόητο', ἀλογίζομαι 'φέρομαι παράλογα', παραλέγω 'μιλώ ανόητα'
      • επίθετα: λεξικογράφος, λεξικός, λεξίλογος 'αυτός που εκφέρει λέξεις', λογαδικός 'εκλεκτός', λογαοιδικός 'είδος στίχου', λογιστευτικός, λογιστονόμος 'αυτός που τακτοποιεί τους λογαριασμούς', λογομάχος, λογόμιμος 'ο μιμούμενος με το λόγο', λογοπλάθος 'αυτός που πλάθει λόγους και μύθους', λογοχαρής 'αυτός που χαίρεται με τους λόγους', λογοειδής, λογοθετικός, λογοθεώρητος 'αυτός που γίνεται αντιληπτός μόνο με τη λογική', ἀλογητέον, ἀλόγητος 'περιφρονούμενος', φιλολογικός
      • επιρρήματα: λογάδην 'επιλεκτικά', ἀλογιστί
    • ΜΕΣΑΙΩΝΙΚΗ ΔΗΜΩΔΗΣ ΕΛΛΗΝΙΚΗ
    • ΝΕΟΛΟΓΙΣΜΟΙ ΑΠΟ ΤΗΝ ΑΛΩΣΗ ΩΣ ΚΑΙ ΤΟΝ 19ο ΑΙΩΝΑ
      • λεξίγριφος, λεξιδημιουργός, λεξιευρέτης, λεξιθηρευτικός, λεξικίδιον, λεξίκλιτοι 'συνδετικές γλώσσες', λεξικόγραπτος, λεξικογραφέω, λεξικογραφία, λεξικογραφικός, λεξικοειδής, λεξικοκλοπία, λεξικολογία, λεξικολογικός, λεξικολόγος, λεξικοποιέω, λεξικοποιός, λεξιλογία, λεξιλόγιον, λεξιμάθεια, λεξιμαθής, λεξιμηχανικός, λεξιπαίγνιον, λεξιπαραγωγική, λεξιπράτης, λεξιπροαγωγία, λεξιπροαγωγός, λεξίτεχνος, λεξιτονιστικός, λεξιτυπέω, λεξιφόρος, λεξοπαταγέω, λεξοποιέω, λεξοποιός, λογαριθμικός, λογάριθμοι, λογικευτής 'πεπαιδευμένος', λογικισμός, λογικογράφοι 'συγγραφείς λογικής', λογικομηχανικός, λογικοπνίκτης, λογικοφανής, λογικόφρων, λογικόψυχος, λογιοκρατία, λογιολαϊκός, λογισμογραφία 'μέθοδος για εγγραφή διαχειριστικών πράξεων', λογισμοκτόνος, λογιστικότης, λογιωτατικός, λογιωτατισμός, λογοδογματική (φάση της φιλοσοφίας), λογοδοκιμασία 'λογοκρισία', λογοδοσία, λογοδοτέω, λογοδρομέω, λογοθεώρητος, λογοκλέπτης, λογοκλοπή, λογοκλοπικός, λογοκοπία, λογοκράτεια 'ορθολογισμός', λογοκρισία, λογομάθεια, λογομανία, λογοπαίγνιον, λογοπαικτικός, λογοπαιξία, λογόπλασμα, λογοπλάστης, λογοπλόκος, λογοτεχνέω, λογοτέχνημα, λογοτεχνοκρίτης, λογοτριβή, λογοφρασία 'φρασεολογία'
    • ΝΕΑ ΕΛΛΗΝΙΚΗ
    • ΝΕΟΕΛΛΗΝΙΚΕΣ ΔΙΑΛΕΚΤΟΙ
      • Πόντ. λογαρ᾽κή 'μσν. ἡ λογαρική-λίτρα, μέτρο βάρους', Ίμβρ. λουγαρ᾽κό 'μσν. ἡ λογαρική-λίτρα, μέτρο βάρους', Θράκ. λογιάζω 'σκέπτομαι, διανοούμαι', Χίος λοϊάζω 'συμπεραίνω, συνάγω, περατώνω', Ικαρ. Κως λοάζω 'εξιχνιάζω, διερευνώ, εξετάζω', Κάλυμ. λαάζω 'εξιχνιάζω, διερευνώ, εξετάζω', Πόντ. λογιάω 'συναθροίζω, συλλέγω, συγκεντρώνω', Ίμβρ. Λέσβ. Σάμ. λουγιάζου 'παρατηρώ, εξετάζω, επισκοπώ', Πόντ. λογάουμαι, λογιάσκομαι, λογιάσκουμαι, λογάσκουμαι 'ζητώ με παρακλήσεις, προσαγορεύω', Ίμβρ. λουγισμός 'κρίση, διάνοια, λογική', Πόντ. λογισμός 'συλλογισμός, εξέταση, υπολογισμός, υστεροβουλία', Κύπ. λοοθέσιον 'εξέταση, έρευνα, εισαγγελικός έλεγχος, κατηγορία', Πόντ. λογοθέτης 'εύγλωττος, ετοιμόλογος', Πόντ. λογοποίομαι, λογοποίουμαι 'λογοφέρω, καυγαδίζω', Πόντ. λέξιμον, λέσιμον 'ομιλία, τρόπος ομιλίας, προσωπικό ύφος έκφρασης', Κύπ. λογάς 'ο επικεφαλής της κοινότητας'