ΞΕΝΟΦΩΝ, ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ ΠΟΛΙΤΕΙΑ 10.4-10.6
ΞΕΝ ΛακΠολ 10.4-10.6[10.4] Τόδε γε μὴν τοῦ Λυκούργου πῶς οὐ μεγάλως ἄξιον
ἀγασθῆναι; ὃς ἐπειδὴ κατέμαθεν ὅτι ὅπου οἱ βουλόμενοι
ἐπιμελοῦνται τῆς ἀρετῆς οὐχ ἱκανοί εἰσι τὰς πατρίδας
αὔξειν, [ἐκεῖνος] ἐν τῇ Σπάρτῃ ἠνάγκασε δημοσίᾳ πάντας
πάσας ἀσκεῖν τὰς ἀρετάς. ὥσπερ οὖν [οἱ ἰδιῶται] τῶν
ἰδιωτῶν διαφέρουσιν ἀρετῇ οἱ ἀσκοῦντες τῶν ἀμελούντων,
οὕτω καὶ ἡ Σπάρτη εἰκότως πασῶν τῶν πόλεων ἀρετῇ
διαφέρει, μόνη δημοσίᾳ ἐπιτηδεύουσα τὴν καλοκἀγαθίαν.
[10.5] οὐ γὰρ κἀκεῖνο καλόν, τὸ τῶν ἄλλων πόλεων κολαζουσῶν
ἤν τίς τι ἕτερος ἕτερον ἀδικῇ, ἐκεῖνον ζημίας μὴ ἐλάττους
ἐπιθεῖναι εἴ τις φανερὸς εἴη ἀμελῶν τοῦ ὡς βέλτιστος
εἶναι; [10.6] ἐνόμιζε γάρ, ὡς ἔοικεν, ὑπὸ μὲν τῶν ἀνδραποδι-
ζομένων τινὰς ἢ ἀποστερούντων τι ἢ κλεπτόντων τοὺς
βλαπτομένους μόνον ἀδικεῖσθαι, ὑπὸ δὲ τῶν κακῶν καὶ
ἀνάνδρων ὅλας τὰς πόλεις προδίδοσθαι. ὥστε εἰκότως
ἔμοιγε δοκεῖ τούτοις μεγίστας ζημίας ἐπιθεῖναι.