Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΦΑΙΔΡΟΣ

ΠΛ Φαιδρ 258d–259d

Η δημιουργία του γένους των τζιτζικιών και η σχέση τους με τις Μούσες
Στο υπόλοιπο μέρος της παλινωδίας του (βλ. σχετικά ΠΛ Φαιδρ 243e–247c) ο Σωκράτης ύμνησε τον έρωτα ως την άριστη μανία και εξέτασε την ποικιλότροπη επίδρασή του στους διαφορετικούς χαρακτήρες και ψυχές. Ενθουσιασμένος από τον δεύτερο λόγο του, ο Φαίδρος εξέφρασε τις επιφυλάξεις του για την ικανότητα του λογογράφου Λυσία να απαντήσει με μια εξίσου ποιοτική δευτερολογία. Ο Σωκράτης απάντησε ότι κακή και κατακριτέα δεν είναι η ίδια η τέχνη του λογογράφου, αλλά το να μη μιλάει και να μη γράφει κανείς καλά.

    ΣΩ. Τίς οὖν ὁ τρόπος τοῦ καλῶς τε καὶ μὴ γράφειν;
δεόμεθά τι, ὦ Φαῖδρε, Λυσίαν τε περὶ τούτων ἐξετάσαι καὶ
ἄλλον ὅστις πώποτέ τι γέγραφεν ἢ γράψει, εἴτε πολιτικὸν
σύγγραμμα εἴτε ἰδιωτικόν, ἐν μέτρῳ ὡς ποιητὴς ἢ ἄνευ
μέτρου ὡς ἰδιώτης;

    [258e] ΦΑΙ. Ἐρωτᾷς εἰ δεόμεθα; τίνος μὲν οὖν ἕνεκα κἄν
τις ὡς εἰπεῖν ζῴη, ἀλλ’ ἢ τῶν τοιούτων ἡδονῶν ἕνεκα; οὐ
γάρ που ἐκείνων γε ὧν προλυπηθῆναι δεῖ ἢ μηδὲ ἡσθῆναι,
ὃ δὴ ὀλίγου πᾶσαι αἱ περὶ τὸ σῶμα ἡδοναὶ ἔχουσι· διὸ καὶ
δικαίως ἀνδραποδώδεις κέκληνται.

    ΣΩ. Σχολὴ μὲν δή, ὡς ἔοικε· καὶ ἅμα μοι δοκοῦσιν ὡς
ἐν τῷ πνίγει ὑπὲρ κεφαλῆς ἡμῶν οἱ τέττιγες ᾄδοντες καὶ
[259a] ἀλλήλοις διαλεγόμενοι καθορᾶν καὶ ἡμᾶς. εἰ οὖν ἴδοιεν καὶ
νὼ καθάπερ τοὺς πολλοὺς ἐν μεσημβρίᾳ μὴ διαλεγομένους
ἀλλὰ νυστάζοντας καὶ κηλουμένους ὑφ’ αὑτῶν δι’ ἀργίαν
τῆς διανοίας, δικαίως ἂν καταγελῷεν, ἡγούμενοι ἀνδράποδ’
ἄττα σφίσιν ἐλθόντα εἰς τὸ καταγώγιον ὥσπερ προβάτια
μεσημβριάζοντα περὶ τὴν κρήνην εὕδειν· ἐὰν δὲ ὁρῶσι
διαλεγομένους καὶ παραπλέοντάς σφας ὥσπερ Σειρῆνας
[259b] ἀκηλήτους, ὃ γέρας παρὰ θεῶν ἔχουσιν ἀνθρώποις διδόναι,
τάχ’ ἂν δοῖεν ἀγασθέντες.

    ΦΑΙ. Ἔχουσι δὲ δὴ τί τοῦτο; ἀνήκοος γάρ, ὡς ἔοικε,
τυγχάνω ὤν.

    ΣΩ. Οὐ μὲν δὴ πρέπει γε φιλόμουσον ἄνδρα τῶν τοιούτων
ἀνήκοον εἶναι. λέγεται δ’ ὥς ποτ’ ἦσαν οὗτοι ἄνθρωποι τῶν
πρὶν Μούσας γεγονέναι, γενομένων δὲ Μουσῶν καὶ φανείσης
ᾠδῆς οὕτως ἄρα τινὲς τῶν τότε ἐξεπλάγησαν ὑφ’ ἡδονῆς,
[259c] ὥστε ᾄδοντες ἠμέλησαν σίτων τε καὶ ποτῶν, καὶ ἔλαθον
τελευτήσαντες αὑτούς· ἐξ ὧν τὸ τεττίγων γένος μετ’ ἐκεῖνο
φύεται, γέρας τοῦτο παρὰ Μουσῶν λαβόν, μηδὲν τροφῆς
δεῖσθαι γενόμενον, ἀλλ’ ἄσιτόν τε καὶ ἄποτον εὐθὺς ᾄδειν,
ἕως ἂν τελευτήσῃ, καὶ μετὰ ταῦτα ἐλθὸν παρὰ Μούσας
ἀπαγγέλλειν τίς τίνα αὐτῶν τιμᾷ τῶν ἐνθάδε. Τερψιχόρᾳ
μὲν οὖν τοὺς ἐν τοῖς χοροῖς τετιμηκότας αὐτὴν ἀπαγγέλ-
[259d] λοντες ποιοῦσι προσφιλεστέρους, τῇ δὲ Ἐρατοῖ τοὺς ἐν τοῖς
ἐρωτικοῖς, καὶ ταῖς ἄλλαις οὕτως, κατὰ τὸ εἶδος ἑκάστης
τιμῆς· τῇ δὲ πρεσβυτάτῃ Καλλιόπῃ καὶ τῇ μετ’ αὐτὴν
Οὐρανίᾳ τοὺς ἐν φιλοσοφίᾳ διάγοντάς τε καὶ τιμῶντας τὴν
ἐκείνων μουσικὴν ἀγγέλλουσιν, αἳ δὴ μάλιστα τῶν Μουσῶν
περί τε οὐρανὸν καὶ λόγους οὖσαι θείους τε καὶ ἀνθρωπίνους
ἱᾶσιν καλλίστην φωνήν. πολλῶν δὴ οὖν ἕνεκα λεκτέον τι
καὶ οὐ καθευδητέον ἐν τῇ μεσημβρίᾳ.

    ΦΑΙ. Λεκτέον γὰρ οὖν.