Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΑΠΟΜΝΗΜΟΝΕΥΜΑΤΑ

ΞΕΝ Απομν 3.12.1–3.12.8

Η σημασία της σωματικής άσκησης
Ο Σωκράτης κατά τη συναναστροφή του με διάφορα πρόσωπα πρόσφερε στους συνομιλητές του πολύτιμες συμβουλές για την τέχνη ή σχετικά με ηθικά ή πρακτικά ζητήματα του ανθρώπινου βίου. Ανάμεσα στα σχετικά επεισόδια που παρατίθενται σε αυτό το σημείο του έργου είναι και η συζήτησή του με τον νεαρό Επιγένη.

    [3.12.1] Ἐπιγένην δὲ τῶν συνόντων τινὰ νέον τε ὄντα καὶ τὸ
σῶμα κακῶς ἔχοντα ἰδών, Ὡς ἰδιωτικῶς, ἔφη, τὸ σῶμα
ἔχεις, ὦ Ἐπίγενες. καὶ ὅς, Ἰδιώτης γάρ, ἔφη, εἰμί, ὦ
Σώκρατες. Οὐδέν γε μᾶλλον, ἔφη, τῶν ἐν Ὀλυμπίᾳ μελ-
λόντων ἀγωνίζεσθαι· ἢ δοκεῖ σοι μικρὸς εἶναι ὁ περὶ τῆς
ψυχῆς πρὸς τοὺς πολεμίους ἀγών, ὃν Ἀθηναῖοι θήσουσιν,
ὅταν τύχωσι; [3.12.2] καὶ μὴν οὐκ ὀλίγοι μὲν διὰ τὴν τοῦ σώματος
καχεξίαν ἀποθνῄσκουσί τε ἐν τοῖς πολεμικοῖς κινδύνοις καὶ
αἰσχρῶς σῴζονται· πολλοὶ δὲ δι’ αὐτὸ τοῦτο ζῶντές τε ἁλί-
σκονται καὶ ἁλόντες ἤτοι δουλεύουσι τὸν λοιπὸν βίον, ἐὰν
οὕτω τύχωσι, τὴν χαλεπωτάτην δουλείαν ἢ εἰς τὰς ἀνάγκας
τὰς ἀλγεινοτάτας ἐμπεσόντες καὶ ἐκτείσαντες ἐνίοτε πλείω
τῶν ὑπαρχόντων αὐτοῖς τὸν λοιπὸν βίον ἐνδεεῖς τῶν ἀναγ-
καίων ὄντες καὶ κακοπαθοῦντες διαζῶσι· πολλοὶ δὲ δόξαν
αἰσχρὰν κτῶνται διὰ τὴν τοῦ σώματος ἀδυναμίαν δοκοῦντες
ἀποδειλιᾶν. [3.12.3] ἢ καταφρονεῖς τῶν ἐπιτιμίων τῆς καχεξίας
τούτων, καὶ ῥᾳδίως ἂν οἴει φέρειν τὰ τοιαῦτα; καὶ μὴν
οἶμαί γε πολλῷ ῥᾴω καὶ ἡδίω τούτων εἶναι ἃ δεῖ ὑπομένειν
τὸν ἐπιμελόμενον τῆς τοῦ σώματος εὐεξίας. ἢ ὑγιεινότερόν
τε καὶ εἰς τἆλλα χρησιμώτερον νομίζεις εἶναι τὴν καχεξίαν
τῆς εὐεξίας, ἢ τῶν διὰ τὴν εὐεξίαν γιγνομένων καταφρονεῖς;
[3.12.4] καὶ μὴν πάντα γε τἀναντία συμβαίνει τοῖς εὖ τὰ σώματα
ἔχουσιν ἢ τοῖς κακῶς. καὶ γὰρ ὑγιαίνουσιν οἱ τὰ σώματα
εὖ ἔχοντες καὶ ἰσχύουσι· καὶ πολλοὶ μὲν διὰ τοῦτο ἐκ τῶν
πολεμικῶν ἀγώνων σῴζονταί τε εὐσχημόνως καὶ τὰ δεινὰ
πάντα διαφεύγουσι, πολλοὶ δὲ φίλοις τε βοηθοῦσι καὶ τὴν
πατρίδα εὐεργετοῦσι καὶ διὰ ταῦτα χάριτός τε ἀξιοῦνται καὶ
δόξαν μεγάλην κτῶνται καὶ τιμῶν καλλίστων τυγχάνουσι
καὶ διὰ ταῦτα τόν τε λοιπὸν βίον ἥδιον καὶ κάλλιον δια-
ζῶσι καὶ τοῖς ἑαυτῶν παισὶ καλλίους ἀφορμὰς εἰς τὸν βίον
καταλείπουσιν. [3.12.5] οὔτοι χρή, ὅτι οὐκ ἀσκεῖ δημοσίᾳ ἡ πόλις
τὰ πρὸς τὸν πόλεμον, διὰ τοῦτο καὶ ἰδίᾳ ἀμελεῖν, ἀλλὰ
μηδὲν ἧττον ἐπιμελεῖσθαι. εὖ γὰρ ἴσθι ὅτι οὐδὲ ἐν ἄλλῳ
οὐδενὶ ἀγῶνι οὐδὲ ἐν πράξει οὐδεμιᾷ μεῖον ἕξεις διὰ τὸ
βέλτιον τὸ σῶμα παρεσκευάσθαι· πρὸς πάντα γὰρ ὅσα
πράττουσιν ἄνθρωποι χρήσιμον τὸ σῶμά ἐστιν· ἐν πάσαις
δὲ ταῖς τοῦ σώματος χρείαις πολὺ διαφέρει ὡς βέλτιστα τὸ
σῶμα ἔχειν· [3.12.6] ἐπεὶ καὶ ἐν ᾧ δοκεῖ ἐλαχίστη σώματος χρεία
εἶναι, ἐν τῷ διανοεῖσθαι, τίς οὐκ οἶδεν ὅτι καὶ ἐν τούτῳ
πολλοὶ μεγάλα σφάλλονται διὰ τὸ μὴ ὑγιαίνειν τὸ σῶμα;
καὶ λήθη δὲ καὶ ἀθυμία καὶ δυσκολία καὶ μανία πολλάκις
πολλοῖς διὰ τὴν τοῦ σώματος καχεξίαν εἰς τὴν διάνοιαν
ἐμπίπτουσιν οὕτως ὥστε καὶ τὰς ἐπιστήμας ἐκβάλλειν.
[3.12.7] τοῖς δὲ τὰ σώματα εὖ ἔχουσι πολλὴ ἀσφάλεια καὶ οὐδεὶς
κίνδυνος διά γε τὴν τοῦ σώματος καχεξίαν τοιοῦτόν τι
παθεῖν, εἰκὸς δὲ μᾶλλον πρὸς τὰ ἐναντία τῶν διὰ τὴν
καχεξίαν γιγνομένων [καὶ] τὴν εὐεξίαν χρήσιμον εἶναι·
καίτοι τῶν γε τοῖς εἰρημένοις ἐναντίων ἕνεκα τί οὐκ ἄν τις
νοῦν ἔχων ὑπομείνειεν; [3.12.8] αἰσχρὸν δὲ καὶ τὸ διὰ τὴν ἀμέλειαν
γηρᾶναι, πρὶν ἰδεῖν ἑαυτὸν ποῖος ἂν κάλλιστος καὶ κράτιστος
τῷ σώματι γένοιτο· ταῦτα δὲ οὐκ ἔστιν ἰδεῖν ἀμελοῦντα· οὐ
γὰρ ἐθέλει αὐτόματα γίγνεσθαι.