[2.1] Ἐγὼ μέντοι, ἐπεὶ καὶ περὶ γενέσεως ἐξήγημαι, βούλομαι
καὶ τὴν παιδείαν ἑκατέρων σαφηνίσαι. τῶν μὲν τοίνυν
ἄλλων Ἑλλήνων οἱ φάσκοντες κάλλιστα τοὺς υἱεῖς παιδεύειν,
ἐπειδὰν τάχιστα αὐτοῖς οἱ παῖδες τὰ λεγόμενα ξυνιῶσιν,
εὐθὺς μὲν ἐπ’ αὐτοῖς παιδαγωγοὺς θεράποντας ἐφιστᾶσιν,
εὐθὺς δὲ πέμπουσιν εἰς διδασκάλων μαθησομένους καὶ
γράμματα καὶ μουσικὴν καὶ τὰ ἐν παλαίστρᾳ. πρὸς δὲ
τούτοις τῶν παίδων πόδας μὲν ὑποδήμασιν ἁπαλύνουσι,
σώματα δὲ ἱματίων μεταβολαῖς διαθρύπτουσι· σίτου γε μὴν
αὐτοῖς γαστέρα μέτρον νομίζουσιν. [2.2] ὁ δὲ Λυκοῦργος, ἀντὶ
μὲν τοῦ ἰδίᾳ ἕκαστον παιδαγωγοὺς δούλους ἐφιστάναι,
ἄνδρα ἐπέστησε κρατεῖν αὐτῶν ἐξ ὧνπερ αἱ μέγισται ἀρχαὶ
καθίστανται, ὃς δὴ καὶ παιδονόμος καλεῖται, τοῦτον δὲ
κύριον ἐποίησε καὶ ἁθροίζειν τοὺς παῖδας καὶ ἐπισκοποῦντα,
εἴ τις ῥᾳδιουργοίη, ἰσχυρῶς κολάζειν. ἔδωκε δ’ αὐτῷ καὶ
τῶν ἡβώντων μαστιγοφόρους, ὅπως τιμωροῖεν ὁπότε δέοι,
ὥστε πολλὴν μὲν αἰδῶ, πολλὴν δὲ πειθὼ ἐκεῖ συμπαρεῖναι.
[2.3] ἀντί γε μὴν τοῦ ἁπαλύνειν τοὺς πόδας ὑποδήμασιν ἔταξεν
ἀνυποδησίᾳ κρατύνειν, νομίζων, εἰ τοῦτ’ ἀσκήσειαν, πολὺ
μὲν ῥᾷον ἂν ὀρθιάδε ἐκβαίνειν, ἀσφαλέστερον δὲ πρανῆ
καταβαίνειν, καὶ πηδῆσαι δὲ καὶ ἀναθορεῖν καὶ δραμεῖν
θᾶττον [ἀνυπόδητον, εἰ ἠσκηκὼς εἴη τοὺς πόδας, ἢ ὑποδεδε-
μένον]. [2.4] καὶ ἀντί γε τοῦ ἱματίοις διαθρύπτεσθαι ἐνόμιζεν
ἑνὶ ἱματίῳ δι’ ἔτους προσεθίζεσθαι, νομίζων οὕτως καὶ πρὸς
ψύχη καὶ πρὸς θάλπη ἄμεινον ἂν παρεσκευάσθαι. [2.5] σῖτόν
γε μὴν ἔταξε τοσοῦτον ἔχοντα συμβολεύειν τὸν εἴρενα ὡς
ὑπὸ πλησμονῆς μὲν μήποτε βαρύνεσθαι, τοῦ δὲ ἐνδεεστέρως
διάγειν μὴ ἀπείρως ἔχειν, νομίζων τοὺς οὕτω παιδευομένους
μᾶλλον μὲν ἂν δύνασθαι, εἰ δεήσειεν, ἀσιτήσαντας ἐπιπονῆ-
σαι, μᾶλλον δ’ ἄν, εἰ παραγγελθείη, ἀπὸ τοῦ αὐτοῦ σίτου
πλείω χρόνον ἐπιταθῆναι, ἧττον δ’ ἂν ὄψου δεῖσθαι, εὐχε-
ρέστερον δὲ πρὸς πᾶν ἔχειν βρῶμα, καὶ ὑγιεινοτέρως δ’ ἂν
διάγειν· καὶ εἰς μῆκος ἂν τὴν αὐξάνεσθαι ῥαδινὰ τὰ σώμα-
τα ποιοῦσαν τροφὴν μᾶλλον συλλαμβάνειν ἡγήσατο ἢ τὴν
διαπλατύνουσαν τῷ σίτῳ.
|