Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΚΟΥΡΓΟΣ, ΚΑΤΑ ΛΕΩΚΡΑΤΟΥΣ

ΛΥΚΟΥΡ Λεωκ 75–82

Ο όρκος των Αθηναίων εφήβων και οι πράξεις του Λεωκράτη – Το παράδειγμα του όρκου πριν από τη μάχη των Πλαταιών
Ο Λυκούργος εισηγείται εἰσαγγελίαν προδοσίας εναντίον του Λεωκράτη για τη φυγή του από την Αθήνα τις κρίσιμες στιγμές μετά την ήττα στη Χαιρώνεια (338 π.Χ.). Αρχικά, ο ρήτορας παρέθεσε τα ψηφίσματα και τα μέτρα με τα οποία προσπάθησε η πόλη να αντιμετωπίσει τη δυσχερή κατάσταση. Ένα μάλιστα από αυτά καθιστούσε ενόχους προδοσίας όσους θα εγκατέλειπαν στο εξής την Αθήνα. Ο Λεωκράτης, όμως, πρόλαβε να καταφύγει στη Ρόδο κάποιες ώρες πριν από την ψήφισή του και έτσι, στην πίστιν του λόγου του, ο ρήτορας εστιάζει στην ηθική –και όχι τη νομική– πλευρά του ζητήματος. Αφού αναφέρθηκε στην εκστρατεία του Ξέρξη, οπότε οι Αθηναίοι αναγκάστηκαν να εγκαταλείψουν την πόλη τους, για να την υπερασπιστούν αποτελεσματικότερα, ο ρήτορας επισημαίνει:

    [75] Καίτοι ὑμεῖς τίνα τρόπον νενομίκατε περὶ τούτων,
καὶ πῶς ἔχετε ταῖς διανοίαις, θεωρήσατε. ἄξιον γὰρ
ὅμως καίπερ πρὸς εἰδότας διελθεῖν· ἐγκώμιον γὰρ νὴ
τὴν Ἀθηνᾶν εἰσι τῆς πόλεως οἱ παλαιοὶ νόμοι καὶ τὰ
ἔθη τῶν ἐξ ἀρχῆς ταῦτα κατασκευασάντων, οἷς ἂν προσ-
έχητε, τὰ δίκαια ποιήσετε καὶ πᾶσιν ἀνθρώποις σεμνοὶ
καὶ ἄξιοι τῆς πόλεως δόξετ’ εἶναι. [76] ὑμῖν γὰρ ἔστιν ὅρκος,
ὃν ὀμνύουσι πάντες οἱ πολῖται, ἐπειδὰν εἰς τὸ ληξιαρχι-
κὸν γραμματεῖον ἐγγραφῶσι καὶ ἔφηβοι γένωνται, μήτε
τὰ ἱερὰ ὅπλα καταισχυνεῖν μήτε τὴν τάξιν λείψειν, ἀμυνεῖν
δὲ τῇ πατρίδι καὶ ἀμείνω παραδώσειν. ὃν εἰ μὲν ὀμώμοκε
Λεωκράτης, φανερῶς ἐπιώρκηκε, καὶ οὐ μόνον ὑμᾶς
ἠδίκηκεν, ἀλλὰ καὶ εἰς τὸ θεῖον ἠσέβηκεν· εἰ δὲ μὴ ὀμώμο-
κεν εὐθὺς δῆλός ἐστι παρασκευασάμενος <ὡς> οὐδὲν
ποιήσων τῶν δεόντων, ἀνθ’ ὧν δικαίως ἂν αὐτὸν καὶ
ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῶν θεῶν τιμωρήσαισθε. βούλομαι
δ’ ὑμᾶς ἀκοῦσαι τοῦ ὅρκου. [77] λέγε, γραμματεῦ.

    ΟΡΚΟΣ —<Οὐκ αἰσχυνῶ τὰ ἱερὰ ὅπλα, οὐδὲ λείψω τὸν

    παραστάτην ὅπου ἂν στοιχήσω· ἀμυνῶ δὲ καὶ ὑπὲρ

    ἱερῶν καὶ ὁσίων καὶ οὐκ ἐλάττω παραδώσω τὴν πατρίδα,

    πλείω δὲ καὶ ἀρείω κατά τε ἐμαυτὸν καὶ μετὰ ἁπάντων,

    καὶ εὐηκοήσω τῶν ἀεὶ κραινόντων ἐμφρόνως. καὶ τῶν

    θεσμῶν τῶν ἱδρυμένων καὶ οὓς ἂν τὸ λοιπὸν ἱδρύσωνται

    ἐμφρόνως· ἐὰν δέ τις ἀναιρεῖ, οὐκ ἐπιτρέψω κατά τε

    ἐμαυτὸν καὶ μετὰ πάντων, καὶ τιμήσω ἱερὰ τὰ πάτρια.

    ἵστορες θεοὶ Ἄγραυλος, Ἑστία, Ἐνυώ, Ἐνυάλιος, Ἄρης καὶ

    Ἀθηνᾶ Ἀρεία, Ζεύς, Θαλλώ, Αὐξώ, Ἡγεμόνη, Ἡρακλῆς,

    ὅροι τῆς πατρίδος, πυροί, κριθαί, ἄμπελοι, ἐλάαι, συκαῖ...>

    Καλός γ’, ὦ ἄνδρες, καὶ ὅσιος ὁ ὅρκος. παρὰ τοῦτον
τοίνυν ἅπαντα πεποίηκε Λεωκράτης. καίτοι πῶς ἂν ἄνθρω-
πος γένοιτο ἀνοσιώτερος ἢ μᾶλλον προδότης τῆς πατρίδος;
τίνα δ’ ἂν τρόπον ὅπλα καταισχύνειέ τις μᾶλλον ἢ εἰ λαβεῖν
μὴ θέλοι καὶ τοὺς πολεμίους ἀμύνασθαι; πῶς δ’ οὐ καὶ τὸν
παραστάτην καὶ τὴν τάξιν λέλοιπεν ὁ μηδὲ τάξαι τὸ σῶμα
παρασχών; [78] ποῦ δ’ ὑπὲρ ὁσίων καὶ ἱερῶν ἤμυνεν ἂν ὁ μηδένα
κίνδυνον ὑπομείνας; τίνι δ’ ἂν τὴν πατρίδα προὔδωκε μεί-
ζονι προδοσίᾳ; τὸ γὰρ τούτου μέρος ἐκλελειμμένη τοῖς
πολεμίοις ὑποχείριός ἐστιν. εἶτα τοῦτον οὐκ ἀποκτενεῖτε
τὸν ἁπάσαις ταῖς ἀδικίαις ἔνοχον ὄντα; τίνας οὖν τιμωρήσε-
σθε; τοὺς ἕν τι τούτων ἡμαρτηκότας; ῥᾴδιον ἔσται παρ’ ὑμῖν
ἄρα μεγάλα ἀδικεῖν, εἰ φανεῖσθε ἐπὶ τοῖς μικροῖς μᾶλλον
ὀργιζόμενοι.

    [79] Καὶ μήν, ὦ ἄνδρες, καὶ τοῦθ’ ὑμᾶς δεῖ μαθεῖν, ὅτι
τὸ συνέχον τὴν δημοκρατίαν ὅρκος ἐστί. τρία γάρ ἐστιν
ἐξ ὧν ἡ πολιτεία συνέστηκεν, ὁ ἄρχων, ὁ δικαστής, ὁ
ἰδιώτης. τούτων τοίνυν ἕκαστος ταύτην πίστιν δίδωσιν,
εἰκότως· τοὺς μὲν γὰρ ἀνθρώπους πολλοὶ ἤδη ἐξαπατή-
σαντες καὶ διαλαθόντες οὐ μόνον τῶν παρόντων κινδύνων
ἀπελύθησαν, ἀλλὰ καὶ τὸν ἄλλον χρόνον ἀθῷοι τῶν ἀδι-
κημάτων τούτων εἰσί· τοὺς δὲ θεοὺς οὔτ’ ἂν ἐπιορκήσας
τις λάθοι οὔτ’ ἂν ἐκφύγοι τὴν ἀπ’ αὐτῶν τιμωρίαν, ἀλλ’
εἰ μὴ αὐτός, οἱ παῖδές γε καὶ τὸ γένος ἅπαν τὸ τοῦ ἐπι-
ορκήσαντος μεγάλοις ἀτυχήμασι περιπίπτει. [80] διόπερ, ὦ
ἄνδρες δικασταί, ταύτην πίστιν ἔδοσαν αὑτοῖς ἐν Πλαταιαῖς
πάντες οἱ Ἕλληνες, ὅτ’ ἔμελλον παραταξάμενοι μάχεσθαι
πρὸς τὴν Ξέρξου δύναμιν, οὐ παρ’ αὑτῶν εὑρόντες, ἀλλὰ
μιμησάμενοι τὸν παρ’ ὑμῖν εἰθισμένον ὅρκον. ὃν ἄξιόν
ἐστιν ἀκοῦσαι· καὶ γὰρ παλαιῶν ὄντων τῶν τότε πεπραγ-
μένων ὅμως ἱκανῶς ἔστιν ἐν τοῖς γεγραμμένοις ἰδεῖν τὴν
ἐκείνων ἀρετήν. καί μοι ἀναγίγνωσκε αὐτόν.

    [81] ΟΡΚΟΣ. —Οὐ ποιήσομαι περὶ πλείονος τὸ ζῆν τῆς ἐλευθε-

    ρίας οὐδ’ ἐγκαταλείψω τοὺς ἡγεμόνας οὔτε ζῶντας οὔτε

    ἀποθανόντας, ἀλλὰ τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας τῶν

    συμμάχων ἅπαντας θάψω. καὶ κρατήσας τῷ πολέμῳ τοὺς

    βαρβάρους τῶν μὲν μαχεσαμένων ὑπὲρ     τῆς Ἑλλάδος

    πόλεων οὐδεμίαν ἀνάστατον ποιήσω, τὰς δὲ τὰ τοῦ βαρβά-

    ρου προελομένας ἁπάσας δεκατεύσω. καὶ τῶν ἱερῶν τῶν

    ἐμπρησθέντων καὶ καταβληθέντων ὑπὸ τῶν βαρβάρων

    οὐδὲν ἀνοικοδομήσω παντάπασιν, ἀλλ’ ὑπόμνημα τοῖς ἐπι-

    γιγνομένοις ἐάσω καταλείπεσθαι τῆς τῶν βαρβάρων

    ἀσεβείας.

    [82] Οὕτω τοίνυν, ὦ ἄνδρες, σφόδρα ἐνέμειναν ἐν τούτῳ πάν-
τες ὥστε καὶ τὴν παρὰ τῶν θεῶν εὔνοιαν μεθ’ ἑαυτῶν ἔσχον
βοηθόν, καὶ πάντων <τῶν> Ἑλλήνων ἀνδρῶν ἀγαθῶν γενο-
μένων πρὸς τὸν κίνδυνον, μάλιστα ἡ πόλις ὑμῶν εὐδοκίμη-
σεν. ὃ καὶ πάντων ἂν εἴη δεινότατον, τοὺς μὲν προγόνους
ὑμῶν ἀποθνῄσκειν τολμᾶν ὥστε μὴ τὴν πόλιν ἀδοξεῖν, ὑμᾶς
δὲ μὴ κολάζειν τοὺς καταισχύναντας αὐτήν, ἀλλὰ περιορᾶν
τὴν κοινὴν καὶ μετὰ πολλῶν πόνων συνειλεγμένην εὔκλειαν,
ταύτην διὰ τὴν τῶν τοιούτων ἀνδρῶν πονηρίαν καταλυομέ-
νην.