Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 3.69.1–3.72.1

(ΘΟΥΚ 3.69.1–3.81.5: Η εμφύλια διαμάχη στην Κέρκυρα) Κινήσεις του πελοποννησιακού στόλου – Επικράτηση των Κερκυραίων ολιγαρχικών και επιβολή ουδετερότητας
Μετά την καταστολή της αποστασίας των Μυτιληναίων από τους Αθηναίους και την κατάληψη των Πλαταιών από τους Σπαρτιάτες (427 π.Χ.), ο Πελοποννησιακός πόλεμος εντείνεται με αφορμή την γενίκευση της εμφύλιας σύγκρουσης μεταξύ δημοκρατικών και ολιγαρχικών στην Κέρκυρα και την ανάμειξη Αθηναίων και Πελοποννησίων σε αυτήν.

    [3.69.1] Αἱ δὲ τεσσαράκοντα νῆες τῶν Πελοποννησίων αἱ Λεσβίοις
βοηθοὶ ἐλθοῦσαι, ὡς τότε φεύγουσαι διὰ τοῦ πελάγους ἔκ τε
τῶν Ἀθηναίων ἐπιδιωχθεῖσαι καὶ πρὸς τῇ Κρήτῃ χειμασθεῖσαι
καὶ ἀπ’ αὐτῆς σποράδες πρὸς τὴν Πελοπόννησον κατηνέχθη-
σαν, καταλαμβάνουσιν ἐν τῇ Κυλλήνῃ τρεῖς καὶ δέκα τριήρεις
Λευκαδίων καὶ Ἀμπρακιωτῶν καὶ Βρασίδαν τὸν Τέλλιδος
ξύμβουλον Ἀλκίδᾳ ἐπεληλυθότα. [3.69.2] ἐβούλοντο γὰρ οἱ Λακε-
δαιμόνιοι, ὡς τῆς Λέσβου ἡμαρτήκεσαν, πλέον τὸ ναυτικὸν
ποιήσαντες ἐς τὴν Κέρκυραν πλεῦσαι στασιάζουσαν, δώδεκα
μὲν ναυσὶ μόναις παρόντων Ἀθηναίων περὶ Ναύπακτον, πρὶν
δὲ πλέον τι ἐπιβοηθῆσαι ἐκ τῶν Ἀθηνῶν ναυτικόν, ὅπως
προφθάσωσι, καὶ παρεσκευάζοντο ὅ τε Βρασίδας καὶ ὁ Ἀλκί-
δας πρὸς ταῦτα.

    [3.70.1] Οἱ γὰρ Κερκυραῖοι ἐστασίαζον, ἐπειδὴ οἱ αἰχμάλωτοι
ἦλθον αὐτοῖς οἱ ἐκ τῶν περὶ Ἐπίδαμνον ναυμαχιῶν ὑπὸ
Κορινθίων ἀφεθέντες, τῷ μὲν λόγῳ ὀκτακοσίων ταλάντων
τοῖς προξένοις διηγγυημένοι, ἔργῳ δὲ πεπεισμένοι Κορινθίοις
Κέρκυραν προσποιῆσαι. καὶ ἔπρασσον οὗτοι, ἕκαστον τῶν
πολιτῶν μετιόντες, ὅπως ἀποστήσωσιν Ἀθηναίων τὴν πόλιν.
[3.70.2] καὶ ἀφικομένης Ἀττικῆς τε νεὼς καὶ Κορινθίας πρέσβεις
ἀγουσῶν καὶ ἐς λόγους καταστάντων ἐψηφίσαντο Κερκυ-
ραῖοι Ἀθηναίοις μὲν ξύμμαχοι εἶναι κατὰ τὰ ξυγκείμενα,
Πελοποννησίοις δὲ φίλοι ὥσπερ καὶ πρότερον. [3.70.3] καὶ (ἦν
γὰρ Πειθίας ἐθελοπρόξενός τε τῶν Ἀθηναίων καὶ τοῦ δήμου
προειστήκει) ὑπάγουσιν αὐτὸν οὗτοι οἱ ἄνδρες ἐς δίκην, λέ-
γοντες Ἀθηναίοις τὴν Κέρκυραν καταδουλοῦν. [3.70.4] ὁ δὲ ἀποφυγὼν
ἀνθυπάγει αὐτῶν τοὺς πλουσιωτάτους πέντε ἄνδρας, φάσκων
τέμνειν χάρακας ἐκ τοῦ τε Διὸς τοῦ τεμένους καὶ τοῦ
Ἀλκίνου· ζημία δὲ καθ’ ἑκάστην χάρακα ἐπέκειτο στατήρ.
[3.70.5] ὀφλόντων δὲ αὐτῶν καὶ πρὸς τὰ ἱερὰ ἱκετῶν καθεζομένων
διὰ πλῆθος τῆς ζημίας, ὅπως ταξάμενοι ἀποδῶσιν, ὁ Πειθίας
(ἐτύγχανε γὰρ καὶ βουλῆς ὤν) πείθει ὥστε τῷ νόμῳ χρή-
σασθαι. [3.70.6] οἱ δ’ ἐπειδὴ τῷ τε νόμῳ ἐξείργοντο καὶ ἅμα
ἐπυνθάνοντο τὸν Πειθίαν, ἕως ἔτι βουλῆς ἐστί, μέλλειν τὸ
πλῆθος ἀναπείσειν τοὺς αὐτοὺς Ἀθηναίοις φίλους τε καὶ
ἐχθροὺς νομίζειν, ξυνίσταντό τε καὶ λαβόντες ἐγχειρίδια
ἐξαπιναίως ἐς τὴν βουλὴν ἐσελθόντες τόν τε Πειθίαν κτεί-
νουσι καὶ ἄλλους τῶν τε βουλευτῶν καὶ ἰδιωτῶν ἐς ἑξή-
κοντα· οἱ δέ τινες τῆς αὐτῆς γνώμης τῷ Πειθίᾳ ὀλίγοι ἐς
τὴν Ἀττικὴν τριήρη κατέφυγον ἔτι παροῦσαν. [3.71.1] δράσαντες
δὲ τοῦτο καὶ ξυγκαλέσαντες Κερκυραίους εἶπον ὅτι ταῦτα
καὶ βέλτιστα εἴη καὶ ἥκιστ’ ἂν δουλωθεῖεν ὑπ’ Ἀθηναίων,
τό τε λοιπὸν μηδετέρους δέχεσθαι ἀλλ’ ἢ μιᾷ νηὶ ἡσυχά-
ζοντας, τὸ δὲ πλέον πολέμιον ἡγεῖσθαι. ὡς δὲ εἶπον, καὶ
ἐπικυρῶσαι ἠνάγκασαν τὴν γνώμην. [3.71.2] πέμπουσι δὲ καὶ ἐς
τὰς Ἀθήνας εὐθὺς πρέσβεις περί τε τῶν πεπραγμένων
διδάξοντας ὡς ξυνέφερε καὶ τοὺς ἐκεῖ καταπεφευγότας πεί-
σοντας μηδὲν ἀνεπιτήδειον πράσσειν, ὅπως μή τις ἐπιστροφὴ
γένηται. [3.72.1] ἐλθόντων δὲ οἱ Ἀθηναῖοι τούς τε πρέσβεις ὡς
νεωτερίζοντας ξυλλαβόντες, καὶ ὅσους ἔπεισαν, κατέθεντο
ἐς Αἴγιναν.