[8.1] Ἀλλὰ γὰρ ὅτι μὲν ἐν Σπάρτῃ μάλιστα πείθονται ταῖς
ἀρχαῖς τε καὶ τοῖς νόμοις, ἴσμεν ἅπαντες. ἐγὼ μέντοι οὐδ’
ἐγχειρῆσαι οἶμαι πρότερον τὸν Λυκοῦργον ταύτην τὴν εὐταξίαν
καθιστάναι πρὶν ὁμογνώμονας ἐποιήσατο τοὺς κρατίστους
τῶν ἐν τῇ πόλει. [8.2] τεκμαίρομαι δὲ ταῦτα, ὅτι ἐν μὲν ταῖς
ἄλλαις πόλεσιν οἱ δυνατώτεροι οὐδὲ βούλονται δοκεῖν τὰς
ἀρχὰς φοβεῖσθαι, ἀλλὰ νομίζουσι τοῦτο ἀνελεύθερον εἶναι·
ἐν δὲ τῇ Σπάρτῃ οἱ κράτιστοι καὶ ὑπέρχονται μάλιστα τὰς
ἀρχὰς καὶ τῷ ταπεινοὶ εἶναι μεγαλύνονται καὶ τῷ ὅταν
καλῶνται τρέχοντες ἀλλὰ μὴ βαδίζοντες ὑπακούειν, νομί-
ζοντες, ἢν αὐτοὶ κατάρχωσι τοῦ σφόδρα πείθεσθαι, ἕψεσθαι
καὶ τοὺς ἄλλους· ὅπερ καὶ γεγένηται. [8.3] εἰκὸς δὲ καὶ τὴν
τῆς ἐφορείας δύναμιν τοὺς αὐτοὺς τούτους συγκατασκευάσαι,
ἐπείπερ ἔγνωσαν τὸ πείθεσθαι μέγιστον ἀγαθὸν εἶναι καὶ
ἐν πόλει καὶ ἐν στρατιᾷ καὶ ἐν οἴκῳ· ὅσῳ γὰρ μείζω δύναμιν
ἔχει ἡ ἀρχή, τοσούτῳ μᾶλλον ἂν ἡγήσαντο αὐτὴν καὶ κατα-
πλήξειν τοὺς πολίτας [τοῦ ὑπακούειν]. [8.4] ἔφοροι οὖν ἱκανοὶ
μέν εἰσι ζημιοῦν ὃν ἂν βούλωνται, κύριοι δ’ ἐκπράττειν
παραχρῆμα, κύριοι δὲ καὶ ἄρχοντας μεταξὺ [καὶ] καταπαῦσαι
καὶ εἶρξαί γε καὶ περὶ τῆς ψυχῆς εἰς ἀγῶνα καταστῆσαι.
τοσαύτην δὲ ἔχοντες δύναμιν οὐχ ὥσπερ αἱ ἄλλαι πόλεις
ἐῶσι τοὺς αἱρεθέντας ἀεὶ ἄρχειν τὸ ἔτος ὅπως ἂν βούλωνται,
ἀλλ’ ὥσπερ οἱ τύραννοι καὶ οἱ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν
ἐπιστάται, ἤν τινα αἰσθάνωνται παρανομοῦντά τι, εὐθὺς
παραχρῆμα κολάζουσι. [8.5] πολλῶν δὲ καὶ ἄλλων ὄντων
μηχανημάτων καλῶν τῷ Λυκούργῳ εἰς τὸ πείθεσθαι τοῖς
νόμοις ἐθέλειν τοὺς πολίτας, ἐν τοῖς καλλίστοις καὶ τοῦτό
μοι δοκεῖ εἶναι, ὅτι οὐ πρότερον ἀπέδωκε τῷ πλήθει τοὺς
νόμους πρὶν ἐλθὼν σὺν τοῖς κρατίστοις εἰς Δελφοὺς ἐπήρετο
τὸν θεὸν εἰ λῷον καὶ ἄμεινον εἴη τῇ Σπάρτῃ πειθομένῃ οἷς
αὐτὸς ἔθηκε νόμοις. ἐπεὶ δὲ ἀνεῖλε τῷ παντὶ ἄμεινον εἶναι,
τότε ἀπέδωκεν, οὐ μόνον ἄνομον ἀλλὰ καὶ ἀνόσιον θεὶς τὸ
πυθοχρήστοις νόμοις μὴ πείθεσθαι.
|