[1] Ἐγὼ μέν, ὦ ἄνδρες δικασταί, καὶ ὑμᾶς αἰτοῦμαι τὰ
δίκαια ψηφίσασθαι, καὶ τῶν στρατηγῶν δέομαι, ἐπεὶ καὶ
ἐν τῇ ἄλλῃ ἀρχῇ πολλοῦ ἄξιοι τῇ πόλει γεγόνασι, καὶ
τῶν τῆς ἀστρατείας γραφῶν κοινοὺς εἶναι τῷ τε διώκον-
τι καὶ τῷ φεύγοντι, καὶ μὴ βοηθοῦντας ᾧ ἂν βούλωνται
πᾶσαν προθυμίαν ἔχειν παρὰ τὸ δίκαιον ὑμᾶς ψηφίσασθαι,
[2] ἐνθυμουμένους ὅτι σφόδρ’ ἂν ἠγανακτεῖτε, εἰ <ἐν> τῇ
ὑμετέρᾳ δοκιμασίᾳ οἱ θεσμοθέται ἀναβάντες ὑμῶν ἐδέοντο
καταψηφίσασθαι, ἡγούμενοι δεινὸν εἶναι εἰ οἱ τιθέντες
τὸν ἀγῶνα καὶ τὴν ψῆφον διδόντες παρακελεύσονται τῶν
μὲν μὴ <καταψηφίζεσθαι τῶν δὲ> καταψηφίζεσθαι.
[3] τί δ’ ἂν αἴσχιον ἔθος ἢ δεινότερον πρᾶγμα τούτου <ἐν>
τῇ πόλει γένοιτο, εἰ τολμήσει ὁ μὲν ἄρχων ἐν ταῖς τῶν
ἐπικλήρων δίκαις ἀντιβολεῖν καὶ ἱκετεύειν τοὺς δικαστὰς
ὅ τι ἂν βούληται πραχθῆναι, ὁ δὲ πολέμαρχος καὶ οἱ ἕνδεκα
δεήσονται ἐν ταῖς δίκαις ταῖς ὑφ’ ἑαυτῶν εἰσαγομέναις,
ὥσπερ καὶ νῦν; [4] χρὴ τοίνυν καὶ ὑπὲρ ὑμῶν αὐτῶν τὴν αὐτὴν
γνώμην ἔχειν, ἐνθυμουμένους ὅτι οὐδὲν διοίσει ὑμᾶς ἰδίᾳ
περὶ τῆς ἀστρατείας βοηθεῖν, ἢ τούτων τινὰς δεῖσθαι αὐτοὺς
τὴν ψῆφον διδόντας. [5] σκέψασθε δέ, ὦ ἄνδρες δικασταί, ἐὰν
ἱκανὸν γένηται τεκμήριον ὅτι οὐδείς πω τῶν ἀρχόντων ἐν
τῷ στρατοπέδῳ Ἀλκιβιάδῃ ἦν παρεσκευασμένος. ἐχρῆν
γὰρ αὐτούς, εἴπερ ἀληθῆ λέγουσιν, ἀνακαλεῖν μὲν Πάμ-
φιλον, ὅτι ἀφαιρῶν τὸν ἵππον ἱππέως ἀπεστέρει τὴν πόλιν,
ἐπιβάλλειν δὲ τῷ φυλάρχῳ, ὅτι ἐξελαύνων Ἀλκιβιάδην
ἐκ τῆς φυλῆς ἄκυρον ἐποίει τὴν τούτων τάξιν, κελεύειν
δὲ τὸν ταξίαρχον ἐξαλείφειν αὐτὸν ἐκ τοῦ τῶν ὁπλιτῶν
καταλόγου. [6] νῦν δὲ τούτων οὐδὲν ἐποίησαν, ἀλλ’ ἐν μὲν
τῷ στρατοπέδῳ περιεώρων αὐτὸν ὑπὸ πάντων προπηλα-
κιζόμενον κἀν τοῖς ἱπποτοξόταις ἱππεύοντα, ἐπειδὴ δὲ
ὑμᾶς δεῖ παρὰ τῶν ἀδικούντων δίκην λαμβάνειν, χαριζό-
μενοι μαρτυροῦσιν ὑφ’ ἑαυτῶν αὐτὸν τετάχθαι. καίτοι δει-
νόν, ὦ ἄνδρες δικασταί, αὐτοὺς μὲν τοὺς στρατηγοὺς ὑπὸ
τοῦ δήμου χειροτονηθέντας μὴ ἂν τολμῆσαι πρότερον ἡμῶν
ἡγήσασθαι, ἕως [ἂν] ἐδοκιμάσθησαν κατὰ τοὺς νόμους, Ἀλκι-
βιάδην δὲ τολμᾶν παρὰ τοὺς τῆς πόλεως νόμους ὑπ’ αὐτῶν
ταχθῆναι. [7] δεινὸν δέ μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί,
εἰ τῶν μὲν δεδοκιμασμένων ἱππέων οὐκ ἐπὶ τούτοις ἐστὶν
ὅντινα βούλονται αὐτοὶ εἰς τοὺς ὁπλίτας καταλέξαι, τῶν
δὲ ὁπλιτῶν ἀδοκιμάστων ὄντων ἐπὶ τούτοις ἔσται ὅντιν’
ἂν βούλωνται ἱππεύειν. [8] εἰ μὲν τοίνυν, ὦ ἄνδρες δικασταί,
ὄντες κύριοι πολλῶν βουλομένων μηδένα τῶν ἄλλων ἱπ-
πεύειν εἴασαν, οὐκ ἂν δικαίως χαρίζοισθε αὐτοῖς· εἰ δ’ ἄκυ-
ροι ὄντες ὁμολογήσουσι τάξαι, ἐνθυμεῖσθαι χρὴ ὅτι ὀμω-
μόκατε τὰ δίκαια γνώσεσθαι, ἀλλ’ οὐχ ὅ τι ἂν οὗτοι κε-
λεύωσι ψηφιεῖσθαι, ὥστε οὐδένα χρὴ τῶν δεομένων περὶ
πλείονος ὑμῶν αὐτῶν καὶ τῶν ὅρκων ποιεῖσθαι. [9] καὶ μὲν
δή, ὦ ἄνδρες δικασταί, εἴ τῳ δοκεῖ μεγάλη ἡ ζημία εἶναι
καὶ λίαν ἰσχυρὸς ὁ νόμος, μεμνῆσθαι χρὴ ὅτι οὐ νομοθε-
τήσοντες περὶ αὐτῶν ἥκετε, ἀλλὰ κατὰ τοὺς κειμένους νό-
μους ψηφιούμενοι, οὐδὲ τοὺς ἀδικοῦντας ἐλεήσοντες, ἀλλὰ
πολὺ μᾶλλον αὐτοῖς ὀργιούμενοι καὶ ὅλῃ τῇ πόλει βοηθή-
σοντες, εὖ εἰδότες ὅτι ὑπὲρ τῶν παρεληλυθότων ὀλίγους
τιμωρησάμενοι πολλοὺς ποιήσετε κοσμιωτέρους ἐν τοῖς
μέλλουσι κινδυνεύειν. [10] χρὴ δέ, ὦ ἄνδρες δικασταί, ὥσπερ
οὗτος ἀμελήσας τῆς πόλεως τὴν αὑτοῦ σωτηρίαν ἐσκέ-
ψατο, οὕτως ὑμᾶς ἀμελήσαντας τούτου τῇ πόλει τὰ βέλ-
τιστα ψηφίσασθαι, ἄλλως τε καὶ ὅρκους ὀμωμοκότας καὶ
περὶ Ἀλκιβιάδου μέλλοντας ψηφίσασθαι, ὃς ἐὰν ὑμᾶς
ἐξαπατήσῃ, καταγελῶν τῆς πόλεως ἄπεισιν· οὐ γὰρ δὴ
χάριν γε ὑμῖν ἀποδώσει τῇ ψήφῳ κρύβδην εὖ παθών,
ὃς τῶν φίλων τοὺς φανερῶς αὐτὸν εὖ ποιήσαντας κα-
κῶς ποιεῖ. [11] ὑμεῖς οὖν, ὦ ἄνδρες δικασταί, τὰς τούτων δεή-
σεις περὶ ἐλάττονος <τῶν νόμων> ποιησάμενοι τὰ δίκαια
ψηφίσασθε. ἀποδέδεικται δὲ καταλεγεὶς εἰς τοὺς ὁπλί-
τας καὶ λιπὼν τὴν τάξιν καὶ τῶν νόμων κωλυόντων
ἀδοκίμαστος ἱππεύσας, καὶ περὶ ὧν οἱ νόμοι διαρρήδην
οὔτε στρατηγὸν οὔτε ἵππαρχον οὔτε ἄλλον οὐδένα κυ-
ριώτερον ἐκείνων ἀποδεικνύουσι, περὶ τούτων ἰδιώτης ὢν
τὴν ἐξουσίαν αὑτῷ δεδωκώς. [12] ἐγὼ μὲν οὖν καὶ φίλῳ
ὄντι Ἀρχεστρατίδῃ βοηθῶν, καὶ Ἀλκιβιάδην ἐχθρὸν ὄντα
ἐμαυτοῦ τιμωρούμενος, δέομαι τὰ δίκαια ψηφίσασθαι·
ὑμᾶς δὲ χρὴ τὴν αὐτὴν γνώμην ἔχοντας τὴν ψῆφον φέ-
ρειν, ἥνπερ ὅτε ᾤεσθε πρὸς τοὺς πολεμίους διακινδυ-
νεύσειν.
|