Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ ΠΟΛΙΤΕΙΑ

ΞΕΝ ΛακΠολ 7.1–7.6

Η απαγόρευση πλουτισμού
Αφού ολοκλήρωσε την εξέταση της αγωγής και των ασχολιών των παιδιών και των εφήβων και περιέγραψε τον τρόπο ζωής που επέβαλε ο Λυκούργος με τα συσσίτια και την κοινοκτημοσύνη των αγαθών και των παιδιών, ο Ξενοφώντας αναφέρεται στην απαγόρευση της συσσώρευσης πλούτου.

    [7.1] Ἐναντία γε μὴν καὶ τάδε τοῖς ἄλλοις Ἕλλησι κατέστησεν
ὁ Λυκοῦργος ἐν τῇ Σπάρτῃ νόμιμα. ἐν μὲν γὰρ δήπου
ταῖς ἄλλαις πόλεσι πάντες χρηματίζονται ὅσον δύνανται·
ὁ μὲν γὰρ γεωργεῖ, ὁ δὲ ναυκληρεῖ, ὁ δ’ ἐμπορεύεται, οἱ δὲ
καὶ ἀπὸ τεχνῶν τρέφονται· [7.2] ἐν δὲ τῇ Σπάρτῃ ὁ Λυκοῦργος
τοῖς [μὲν] ἐλευθέροις τῶν μὲν ἀμφὶ χρηματισμὸν ἀπεῖπε
μηδενὸς ἅπτεσθαι, ὅσα δὲ ἐλευθερίαν ταῖς πόλεσι παρα-
σκευάζει, ταῦτα ἔταξε μόνα ἔργα αὑτῶν νομίζειν. [7.3] καὶ γὰρ
δὴ τί πλοῦτος ἐκεῖ γε σπουδαστέος, ἔνθα ἴσα μὲν φέρειν
εἰς τὰ ἐπιτήδεια, ὁμοίως δὲ διαιτᾶσθαι τάξας ἐποίησε μὴ
ἡδυπαθείας ἕνεκα χρημάτων ὀρέγεσθαι; ἀλλὰ μὴν οὐδ’
ἱματίων γε ἕνεκα χρηματιστέον· οὐ γὰρ ἐσθῆτος πολυτελείᾳ
ἀλλὰ σώματος εὐεξίᾳ κοσμοῦνται. [7.4] οὐδὲ μὴν τοῦ γε εἰς
τοὺς συσκήνους ἕνεκα ἔχειν δαπανᾶν χρήματα ἁθροιστέον,
ἐπεὶ τὸ τῷ σώματι πονοῦντα ὠφελεῖν τοὺς συνόντας εὐδοξό-
τερον ἐποίησεν ἢ τὸ δαπανῶντα, ἐπιδείξας τὸ μὲν ψυχῆς,
τὸ δὲ πλούτου ἔργον. [7.5] τό γε μὴν ἐξ ἀδίκων χρηματίζεσθαι
καὶ ἐν τοῖς τοιούτοις διεκώλυσε. πρῶτον μὲν γὰρ νόμισμα
τοιοῦτον κατεστήσατο, ὃ δεκάμνων μόνον ἂν εἰς οἰκίαν
εἰσελθὸν οὔποτε δεσπότας οὐδὲ οἰκέτας λάθοι· καὶ γὰρ
χώρας μεγάλης καὶ ἁμάξης ἀγωγῆς δέοιτ’ ἄν. [7.6] χρυσίον
γε μὴν καὶ ἀργύριον ἐρευνᾶται, καὶ ἄν τί που φανῇ, ὁ
ἔχων ζημιοῦται. τί οὖν ἂν ἐκεῖ χρηματισμὸς σπουδάζοιτο,
ἔνθα ἡ κτῆσις πλείους λύπας ἢ ἡ χρῆσις εὐφροσύνας
παρέχει;