ΑΝΑΖΗΤΗΣΗ

ΒΑΣΙΚΟ ΚΕΙΜΕΝΟ

ΒΟΗΘΗΤΙΚΑ ΚΕΙΜΕΝΑ

Θέματα ιστορίας της ελληνικής γλώσσας 

Γραφή και ελληνική γλώσσα 

Άννα Μίσσιου (2007) 

α. Αριστοφάνης, Νεφέλες, 768-772 Budé


ΣΩ. Τὴν ὕαλον λέγεις;
ΣΤ. Ἔγωγε. Φέρε, τί δῆτ' ἄν, εἰ ταύτην λαβών,
ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς,
ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον
τὰ γράμματ' ἐκτήξαιμι τῆς ἐμῆς δίκης;

β. Αθήναιος, Δειπνοσοφιστές, 9. 407 b-c Budé


ἔκλαιον οὖν ἐγκαλυψάμενοι, οὐκ ἀνέστησαν δ', ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν ἀχθόμενοι τῇ συμφορᾷ· διέμειναν δ' ἀκροώμενοι καίτοι καὶ αὐτοῦ τοῦ Ἡγήμονος, ὡς ἤκουσε, σιωπᾶν διεγνωκότος. καθ' ὃν δὲ χρόνον θαλασσοκρατοῦντες Ἀθηναῖοι ἀνῆγον εἰς ἄστυ τὰς νησιωτικὰς δίκας γραψάμενός τις καὶ τὸν Ἡγήμονα δίκην ἤγαγεν εἰς τὰς Ἀθήνας. ὁ δὲ παραγενόμενος καὶ συναγαγὼν τοὺς περὶ τὸν Διόνυσον τεχνίτας προσῆλθε μετ' αὐτῶν Ἀλκιβιάδῃ βοηθεῖν ἀξιῶν. ὁ δὲ θαρρεῖν παρακελευσάμενος εἰπών τε πᾶσιν ἕπεσθαι ἧκεν εἰς τὸ Μητρῷον, ὅπου τῶν δικῶν ἦσαν αἱ γραφαί, καὶ βρέξας τὸν δάκτυλον ἐκ τοῦ στόματος διήλειψε τὴν δίκην τοῦ Ἡγήμονος. ἀγανακτοῦντες δ' ὅ τε γραμματεὺς καὶ ὁ ἄρχων τὰς ἡσυχίας ἤγαγον δι' Ἀλκιβιάδην, φυγόντος δι' εὐλάβειαν καὶ τοῦ τὴν δίκην γραψαμένου.' αὕτη παρ' ἡμῶν, Οὐλπιανέ, ἡ βαλλητύς. σὺ δ' ὅταν βουληθῇς ἐρεῖς περὶ τῆς Ἐλευσῖνι.'

Τελευταία Ενημέρωση: 16 Ιούν 2010, 10:47