ΛΥΣΙΑΣ, ΚΑΤΑ ΕΡΑΤΟΣΘΕΝΟΥΣ 12.1-3
(Απόσπασμα από την ενότητα ΛΥΣ 12.1-13)
[1 ] Οὐκ ἄρξασθαί μοι δοκεῖ ἄπορον εἶναι, ὦ ἄνδρες δι-
κασταί, τῆς κατηγορίας, ἀλλὰ παύσασθαι λέγοντι· τοιαῦτα
αὐτοῖς τὸ μέγεθος καὶ τοσαῦτα τὸ πλῆθος εἴργασται, ὥστε
μήτ' ἂν ψευδόμενον δεινότερα τῶν ὑπαρχόντων κατηγορῆ-
σαι, μήτε τἀληθῆ βουλόμενον εἰπεῖν ἅπαντα δύνασθαι,
ἀλλ' ἀνάγκη ἢ τὸν κατήγορον ἀπειπεῖν ἢ τὸν χρόνον ἐπι-
λιπεῖν. [2 ] τοὐναντίον δέ μοι δοκοῦμεν πείσεσθαι ἢ ἐν τῷ πρὸ
τοῦ χρόνῳ. πρότερον μὲν γὰρ ἔδει τὴν ἔχθραν τοὺς κατη-
γοροῦντας ἐπιδεῖξαι, ἥτις εἴη πρὸς τοὺς φεύγοντας· νυνὶ
δὲ παρὰ τῶν φευγόντων χρὴ πυνθάνεσθαι ἥτις ἦν αὐτοῖς
πρὸς τὴν πόλιν ἔχθρα, ἀνθ' ὅτου τοιαῦτα ἐτόλμησαν εἰς
αὐτὴν ἐξαμαρτάνειν. οὐ μέντοι ὡς οὐκ ἔχων οἰκείας ἔχθρας
καὶ συμφορὰς τοὺς λόγους ποιοῦμαι, ἀλλ' ὡς ἅπασι πολ-
λῆς ἀφθονίας οὔσης ὑπὲρ τῶν ἰδίων ἢ ὑπὲρ τῶν δημοσίων
ὀργίζεσθαι. [3 ] ἐγὼ μὲν οὖν, ὦ ἄνδρες δικασταί, οὔτ' ἐμαυτοῦ
πώποτε οὔτε ἀλλότρια πράγματα πράξας νῦν ἠνάγκασμαι
ὑπὸ τῶν γεγενημένων τούτου κατηγορεῖν, ὥστε πολλάκις
εἰς πολλὴν ἀθυμίαν κατέστην, μὴ διὰ τὴν ἀπειρίαν ἀνα-
ξίως καὶ ἀδυνάτως ὑπὲρ τοῦ ἀδελφοῦ καὶ ἐμαυτοῦ τὴν κα-
τηγορίαν ποιήσομαι. ὅμως δὲ πειράσομαι ὑμᾶς ἐξ ἀρχῆς
ὡς ἂν δύνωμαι δι' ἐλαχίστων διδάξαι.