Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤ' ΑΡΙΣΤΟΚΡΑΤΟΥΣ

ΔΗΜ 23.65–70

Το κύρος του Αρείου Πάγου – Νόμοι και διατάξεις του που παραβιάζονται με το ψήφισμα του Αριστοκράτη
Ο ομιλητής δήλωσε την πρόθεσή του να αποδείξει ότι το ψήφισμα του Αριστοκράτη (βλ. σχετικά ΔΗΜ 23.1–5) ήταν παράνομο και αντίθετο προς τα συμφέροντα της πόλης, καθώς και ότι ο Χαρίδημος ήταν ανάξιος να διεκδικήσει την προνομιακή προστασία της ζωής του που προέβλεπε αυτό. Στην πίστιν του λόγου, ανάμεσα στα επιχειρήματα και τις αποδείξεις για το πρώτο θέμα, ο ομιλητής περιγράφει την οργάνωση και τις αρμοδιότητες των πέντε αθηναϊκών δικαστηρίων που ήταν υπεύθυνα για την εκδίκαση υποθέσεων φόνου, ξεκινώντας από τον Άρειο Πάγο.

    [65] Ἡμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Χαρίδημον ἐποιησάμεθα
πολίτην, καὶ διὰ τῆς δωρειᾶς ταύτης μετεδώκαμεν αὐτῷ καὶ
ἱερῶν καὶ ὁσίων καὶ νομίμων καὶ πάντων ὅσων περ αὐτοῖς
μέτεστιν ἡμῖν. πολλὰ μὲν δὴ παρ’ ἡμῖν ἐστι τοιαῦθ’ οἷ’
οὐχ ἑτέρωθι, ἓν δ’ οὖν ἰδιώτατον πάντων καὶ σεμνότατον, τὸ
ἐν Ἀρείῳ πάγῳ δικαστήριον, ὑπὲρ οὗ τοσαῦτ’ ἔστιν εἰπεῖν
καλὰ παραδεδομένα καὶ μυθώδη καὶ ὧν αὐτοὶ μάρτυρές ἐσμεν,
ὅσα περὶ οὐδενὸς ἄλλου δικαστηρίου· ὧν ὡσπερεὶ δείγματος
εἵνεκ’ ἄξιόν ἐστιν ἓν ἢ δύ’ ἀκοῦσαι. [66] τοῦτο μὲν τοίνυν τὰ
παλαιά, ὡς ἡμῖν ἀκούειν παραδέδοται, ἐν μόνῳ τούτῳ τῷ
δικαστηρίῳ δίκας φόνου θεοὶ καὶ δοῦναι καὶ λαβεῖν ἠξίωσαν
καὶ δικασταὶ γενέσθαι διενεχθεῖσιν ἀλλήλοις, ὡς λόγος·
λαβεῖν μὲν Ποσειδῶν ὑπὲρ Ἁλιρροθίου τοῦ υἱοῦ παρ’ Ἄρεως,
δικάσαι δ’ Εὐμενίσιν καὶ Ὀρέστῃ οἱ δώδεκα θεοί. καὶ τὰ
μὲν δὴ παλαιὰ ταῦτα· τὰ δ’ ὕστερον, τοῦτο μόνον τὸ δικα-
στήριον οὐχὶ τύραννος, οὐκ ὀλιγαρχία, οὐ δημοκρατία τὰς
φονικὰς δίκας ἀφελέσθαι τετόλμηκεν, ἀλλὰ πάντες ἀσθενέ-
στερον ἂν τὸ δίκαιον εὑρεῖν ἡγοῦνται περὶ τούτων αὐτοὶ τοῦ
παρὰ τούτοις εὑρημένου δικαίου. πρὸς δὲ τούτοις τοιούτοις
οὖσιν, ἐνταυθοῖ μόνον οὐδεὶς πώποτ’ οὔτε φεύγων ἁλοὺς οὔτε
διώκων ἡττηθεὶς ἐξήλεγξεν ὡς ἀδίκως ἐδικάσθη τὰ κριθέντα.
[67] ταύτην τοίνυν τὴν φυλακὴν καὶ τὰς ἐν ταύτῃ νομίμους
τιμωρίας παραβὰς ὁ γράφων τὸ ψήφισμα τοδὶ ζῶντι μὲν
ἐξουσίαν γέγραφεν τῷ Χαριδήμῳ ποιεῖν ὅ τι ἂν βούληται,
παθόντος δέ τι τοῖς οἰκείοις συκοφαντίαν δέδωκεν. σκέψασθε
γὰρ οὑτωσί. ἴστε δήπου τοῦθ’ ἅπαντες, ὅτι ἐν Ἀρείῳ πάγῳ,
οὗ δίδωσ’ ὁ νόμος καὶ κελεύει τοῦ φόνου δικάζεσθαι, πρῶτον
μὲν διομεῖται κατ’ ἐξωλείας αὑτοῦ καὶ γένους καὶ οἰκίας ὅ τιν’
αἰτιώμενος εἰργάσθαι τι τοιοῦτον, [68] εἶτ’ οὐδὲ τὸν τυχόντα τιν’
ὅρκον [τοῦτο ποιήσει] ἀλλ’ ὃν οὐδεὶς ὄμνυσ’ ὑπὲρ οὐδενὸς
ἄλλου, στὰς ἐπὶ τῶν τομίων κάπρου καὶ κριοῦ καὶ ταύρου,
καὶ τούτων ἐσφαγμένων ὑφ’ ὧν δεῖ καὶ ἐν αἷς ἡμέραις
καθήκει, ὥστε καὶ ἐκ τοῦ χρόνου καὶ ἐκ τῶν μεταχειριζο-
μένων ἅπαν, ὅσον ἔσθ’ ὅσιον, πεπρᾶχθαι. καὶ μετὰ ταῦθ’ ὁ
τὸν τοιοῦτον ὅρκον ὀμωμοκὼς οὔπω πεπίστευται, ἀλλ’ ἐὰν
ἐξελεγχθῇ μὴ λέγων ἀληθῆ, τὴν ἐπιορκίαν ἀπενεγκάμενος
τοῖς αὑτοῦ παισὶν καὶ τῷ γένει πλέον οὐδ’ ὁτιοῦν ἕξει. [69] ἂν
δὲ δόξῃ τὰ δίκαι’ ἐγκαλεῖν καὶ ἕλῃ τὸν δεδρακότα τοῦ φόνου,
οὐδ’ οὕτω κύριος γίγνεται τοῦ ἁλόντος, ἀλλ’ ἐκείνου μὲν οἱ
νόμοι κύριοι κολάσαι καὶ οἷς προστέτακται, τῷ δ’ ἐπιδεῖν
διδόντα δίκην ἔξεστιν, ἣν ἔταξ’ ὁ νόμος, τὸν ἁλόντα, πέρα δ’
οὐδὲν τούτου. καὶ τῷ μὲν διώκοντι ὑπάρχει ταῦτα, τῷ δὲ
φεύγοντι τὰ μὲν τῆς διωμοσίας ταὐτά, τὸν πρότερον δ’ ἔξεστιν
εἰπόντα λόγον μεταστῆναι, καὶ οὔθ’ ὁ διώκων οὔθ’ οἱ δικά-
ζοντες οὔτ’ ἄλλος ἀνθρώπων οὐδεὶς κύριος κωλῦσαι. [70] τί
δήποτ’, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθ’ οὕτως ἔχει; ὅτι οἱ ταῦτ’
ἐξ ἀρχῆς τὰ νόμιμα διαθέντες, οἵτινές ποτ’ ἦσαν, εἴθ’ ἥρωες
εἴτε θεοί, οὐκ ἐπέθεντο τοῖς ἀτυχήμασιν, ἀλλ’ ἀνθρωπίνως
ἐπεκούφισαν, εἰς ὅσον εἶχε καλῶς, τὰς συμφοράς. ταῦτα
μέντοι πάνθ’ οὕτω καλῶς καὶ νομίμως ἔχονθ’ ὁ γράφων τὸ
ψήφισμα τουτὶ παραβεβηκὼς φαίνεται· ἓν γὰρ οὐδ’ ὁτιοῦν
ἔνι τούτων ἐν τῷ ψηφίσματι τῷ τούτου. καὶ πρῶτον μὲν παρ’
ἑνὸς τούτου δικαστηρίου καὶ [παρὰ] τοὺς γεγραμμένους νόμους
καὶ τἄγραφα νόμιμα τὸ ψήφισμ’ εἴρηται.