Ἆρ’ οὖν ὡς πλείστους φίλους ποιητέον, ἢ καθάπερ ἐπὶ
τῆς ξενίας ἐμμελῶς εἰρῆσθαι δοκεῖ «μήτε πολύξεινος μήτ’
ἄξεινος», καὶ ἐπὶ τῆς φιλίας ἁρμόσει μήτ’ ἄφιλον εἶναι
μήτ’ αὖ πολύφιλον καθ’ ὑπερβολήν; τοῖς μὲν δὴ πρὸς χρῆ-
σιν κἂν πάνυ δόξειεν ἁρμόζειν τὸ λεχθέν· πολλοῖς γὰρ
(25) ἀνθυπηρετεῖν ἐπίπονον, καὶ οὐχ ἱκανὸς ὁ βίος αὐτὸ [τοῦτο]
πράττειν. οἱ πλείους δὴ τῶν πρὸς τὸν οἰκεῖον βίον ἱκανῶν
περίεργοι καὶ ἐμπόδιοι πρὸς τὸ καλῶς ζῆν· οὐθὲν οὖν δεῖ
αὐτῶν. καὶ οἱ πρὸς ἡδονὴν δὲ ἀρκοῦσιν ὀλίγοι, καθάπερ ἐν
τῇ τροφῇ τὸ ἥδυσμα. τοὺς δὲ σπουδαίους πότερον πλείστους
(30) κατ’ ἀριθμόν, ἢ ἔστι τι μέτρον καὶ φιλικοῦ πλήθους, ὥσπερ
πόλεως; οὔτε γὰρ ἐκ δέκα ἀνθρώπων γένοιτ’ ἂν πόλις, οὔτ’
ἐκ δέκα μυριάδων ἔτι πόλις ἐστίν. τὸ δὲ ποσὸν οὐκ ἔστιν ἴσως
ἕν τι, ἀλλὰ πᾶν τὸ μεταξὺ τινῶν ὡρισμένων. καὶ φίλων
[1171a] δή ἐστι πλῆθος ὡρισμένον, καὶ ἴσως οἱ πλεῖστοι μεθ’ ὧν ἂν
δύναιτό τις συζῆν (τοῦτο γὰρ ἐδόκει φιλικώτατον εἶναι)· ὅτι
δ’ οὐχ οἷόν τε πολλοῖς συζῆν καὶ διανέμειν ἑαυτόν, οὐκ ἄδη-
λον. ἔτι δὲ κἀκείνους δεῖ ἀλλήλοις φίλους εἶναι, εἰ μέλλουσι
(5) πάντες μετ’ ἀλλήλων συνημερεύειν· τοῦτο δ’ ἐργῶδες ἐν
πολλοῖς ὑπάρχειν. χαλεπὸν δὲ γίνεται καὶ τὸ συγχαίρειν
καὶ τὸ συναλγεῖν οἰκείως πολλοῖς· εἰκὸς γὰρ συμπίπτειν ἅμα
τῷ μὲν συνήδεσθαι τῷ δὲ συνάχθεσθαι. ἴσως οὖν εὖ ἔχει μὴ
ζητεῖν ὡς πολυφιλώτατον εἶναι, ἀλλὰ τοσούτους ὅσοι εἰς τὸ
(10) συζῆν ἱκανοί· οὐδὲ γὰρ ἐνδέχεσθαι δόξειεν ἂν πολλοῖς εἶναι
φίλον σφόδρα. διόπερ οὐδ’ ἐρᾶν πλειόνων· ὑπερβολὴ γάρ
τις εἶναι βούλεται φιλίας, τοῦτο δὲ πρὸς ἕνα· καὶ τὸ σφό-
δρα δὴ πρὸς ὀλίγους. οὕτω δ’ ἔχειν ἔοικε καὶ ἐπὶ τῶν πρα-
γμάτων· οὐ γίνονται γὰρ φίλοι πολλοὶ κατὰ τὴν ἑταιρικὴν
(15) φιλίαν, αἱ δ’ ὑμνούμεναι ἐν δυσὶ λέγονται. οἱ δὲ πολύφιλοι
καὶ πᾶσιν οἰκείως ἐντυγχάνοντες οὐδενὶ δοκοῦσιν εἶναι φίλοι,
πλὴν πολιτικῶς, οὓς καὶ καλοῦσιν ἀρέσκους. πολιτικῶς μὲν
οὖν ἔστι πολλοῖς εἶναι φίλον καὶ μὴ ἄρεσκον ὄντα, ἀλλ’ ὡς
ἀληθῶς ἐπιεικῆ· δι’ ἀρετὴν δὲ καὶ δι’ αὐτοὺς οὐκ ἔστι πρὸς
(20) πολλούς, ἀγαπητὸν δὲ καὶ ὀλίγους εὑρεῖν τοιούτους.
|