Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΝΤΙΦΩΝ, ΠΕΡΙ ΤΟΥ ΗΡΩΔΟΥ ΦΟΝΟΥ

ΑΝΤΙΦ 5.8–19

Ο κατηγορούμενος τονίζει την αθωότητά του και εγείρει δικονομικές ενστάσεις
Ο Ευξίθεος, ένας νεαρός από τη Μυτιλήνη, κατηγορείται για τον φόνο ενός αθηναίου πολίτη, του Ηρώδη, και δικάζεται σε αθηναϊκό δικαστήριο. Μετά το προοίμιον του λόγου του, όπου ζήτησε την επιείκεια του ακροατηρίου, επικαλούμενος την έλλειψη ικανότητας να απολογηθεί πειστικά για την τόσο σοβαρή κατηγορία, ο κατηγορούμενος περνά στην πρόθεσιν και το κύριο μέρος της απολογίας του.

    [8] Πρῶτον μὲν οὖν, ὡς παρανομώτατα καὶ βιαιότατα
εἰς τόνδε τὸν ἀγῶνα καθέστηκα, τοῦτο ὑμᾶς διδάξω, οὐ
τῷ φεύγειν ἂν τὸ πλῆθος τὸ ὑμέτερον, ἐπεὶ κἂν ἀνωμότοις
ὑμῖν καὶ μὴ κατὰ νόμον μηδένα ἐπιτρέψαιμι περὶ τοῦ
σώματος τοῦ ἐμοῦ διαψηφίσασθαι, ἕνεκά γε τοῦ πιστεύειν
ἐμοί τε μηδὲν ἐξημαρτῆσθαι εἰς τόδε τὸ πρᾶγμα καὶ ὑμᾶς
γνώσεσθαι τὰ δίκαια, ἀλλ’ ἵνα ᾖ τεκμήρια ὑμῖν καὶ τῶν
ἄλλων πραγμάτων [καὶ] τῶν εἰς ἐμὲ ἡ τούτων βιαιότης καὶ
παρανομία.

    [9] Πρῶτον μὲν γὰρ κακοῦργος ἐνδεδειγμένος φόνου
δίκην φεύγω, ὃ οὐδεὶς πώποτ’ ἔπαθε τῶν ἐν τῇ γῇ ταύτῃ.
καὶ ὡς μὲν οὐ κακοῦργός εἰμι οὐδ’ ἔνοχος τῷ τῶν κακούρ-
γων νόμῳ, αὐτοὶ οὗτοι τούτου γε μάρτυρες γεγένηνται.
περὶ γὰρ τῶν κλεπτῶν καὶ λωποδυτῶν ὁ νόμος κεῖται, ὧν
οὐδὲν ἐμοὶ προσὸν ἀπέδειξαν. οὕτως εἴς γε ταύτην τὴν
ἀπαγωγὴν νομιμωτάτην καὶ δικαιοτάτην πεποιήκασιν ὑμῖν
τὴν ἀποψήφισίν μου. [10] φασὶ δὲ αὖ τό γε ἀποκτείνειν μέγα
κακούργημα εἶναι, καὶ ἐγὼ ὁμολογῶ μέγιστόν γε, καὶ τὸ
ἱεροσυλεῖν καὶ τὸ προδιδόναι τὴν πόλιν· ἀλλὰ χωρὶς περὶ
αὐτῶν ἑκάστου οἱ νόμοι κεῖνται. ἐμοὶ δὲ πρῶτον μέν, οὗ
τοῖς ἄλλοις εἴργεσθαι προαγορεύουσι τοῖς τοῦ φόνου φεύ-
γουσι τὰς δίκας, ἐνταυθοῖ πεποιήκασι τὴν κρίσιν, ἐν τῇ
ἀγορᾷ· ἔπειτα τίμησίν μοι ἐποίησαν, ἀνταποθανεῖν τοῦ
νόμου κειμένου τὸν ἀποκτείναντα, οὐ τοῦ ἐμοὶ συμφέροντος
ἕνεκα, ἀλλὰ τοῦ σφίσιν αὐτοῖς λυσιτελοῦντος, καὶ ἐνταῦθα
ἔλασσον ἔνειμαν τῷ τεθνηκότι τῶν ἐν τῷ νόμῳ κειμένων·
οὗ δ’ ἕνεκα, γνώσεσθε προϊόντος τοῦ λόγου.

    [11] Ἔπειτα δέ, ὃ πάντας οἶμαι ὑμᾶς ἐπίστασθαι, ἅπαντα
τὰ δικαστήρια ἐν ὑπαίθρῳ δικάζει τὰς δίκας τοῦ φόνου,
οὐδενὸς ἄλλου ἕνεκα ἢ ἵνα τοῦτο μὲν οἱ δικασταὶ μὴ ἴωσιν
εἰς τὸ αὐτὸ τοῖς μὴ καθαροῖς τὰς χεῖρας, τοῦτο δὲ ὁ διώκων
τὴν δίκην τοῦ φόνου ἵνα μὴ ὁμωρόφιος γίγνηται τῷ αὐθέντῃ.
σὺ δὲ τοῦτο μὲν παρελθὼν τοῦτον τὸν νόμον τοὐναντίον τοῖς
ἄλλοις πεποίηκας· τοῦτο δὲ δέον σε διομόσασθαι ὅρκον τὸν
μέγιστον καὶ ἰσχυρότατον, ἐξώλειαν σαυτῷ καὶ γένει καὶ
οἰκίᾳ τῇ σῇ ἐπαρώμενον, ἦ μὴν μὴ ἄλλα κατηγορήσειν ἐμοῦ
ἢ εἰς αὐτὸν τὸν φόνον, ὡς ἔκτεινα, ἐν ᾧ οὔτ’ ἂν κακὰ πολλὰ
εἰργασμένος ἡλισκόμην ἄλλῳ ἢ αὐτῷ τῷ πράγματι, οὔτ’ ἂν
πολλὰ ἀγαθὰ εἰργασμένος τούτοις ἂν ἐσῳζόμην τοῖς ἀγα-
θοῖς· [12] ἃ σὺ παρελθών, αὐτὸς σεαυτῷ νόμους ἐξευρών, ἀνώμο-
τος μὲν αὐτὸς ἐμοῦ κατηγορεῖς, ἀνώμοτοι δὲ οἱ μάρτυρες
καταμαρτυροῦσι, δέον αὐτοὺς τὸν αὐτὸν ὅρκον σοὶ διομοσα-
μένους καὶ ἁπτομένους τῶν σφαγίων καταμαρτυρεῖν ἐμοῦ.
ἔπειτα κελεύεις τοὺς δικαστὰς ἀνωμότοις πιστεύσαντας τοῖς
μαρτυροῦσι φόνου δίκην καταγνῶναι, οὓς σὺ αὐτὸς ἀπίστους
κατέστησας παρελθὼν τοὺς κειμένους νόμους, καὶ ἡγῇ χρῆ-
ναι αὐτοῖς τὴν σὴν παρανομίαν κρείσσω γενέσθαι αὐτῶν
τῶν νόμων.

    [13] Λέγεις δὲ ὡς οὐκ ἂν παρέμεινα εἰ ἐλελύμην, ἀλλ’ ᾠχό-
μην ἂν ἀπιών, ὡσπερεὶ ἄκοντά με ἀναγκάσας εἰσελθεῖν εἰς
τὴν γῆν ταύτην. καίτοι ἐμοὶ εἰ μηδὲν διέφερε στέρεσθαι τῆσδε
τῆς πόλεως, ἴσον ἦν μοι καὶ προσκληθέντι μὴ ἐλθεῖν, ἀλλ’
ἐρήμην ὀφλεῖν τὴν δίκην, τοῦτο δ’ ἀπολογησαμένῳ τὴν προ-
τέραν ἐξεῖναι ἐξελθεῖν· ἅπασι γὰρ τοῦτο κοινόν ἐστι. σὺ δέ,
ὃ τοῖς ἄλλοις Ἕλλησι κοινόν ἐστιν, ἰδίᾳ ζητεῖς με μόνον ἀπο-
στερεῖν, αὐτὸς σαυτῷ νόμον θέμενος.

    [14] Καίτοι τούς γε νόμους οἳ κεῖνται περὶ τῶν τοιούτων,
πάντας ἂν οἶμαι ὁμολογῆσαι κάλλιστα νόμων ἁπάντων
κεῖσθαι καὶ ὁσιώτατα. ὑπάρχει μέν γε αὐτοῖς ἀρχαιοτάτοις
εἶναι ἐν τῇ γῇ ταύτῃ, ἔπειτα τοὺς αὐτοὺς ἀεὶ περὶ τῶν αὐτῶν,
ὅπερ μέγιστόν ἐστι σημεῖον νόμων καλῶς κειμένων· ὁ γὰρ
χρόνος καὶ ἡ ἐμπειρία τὰ μὴ καλῶς ἔχοντα ἐκδιδάσκει τοὺς
ἀνθρώπους. ὥστε οὐ δεῖ ὑμᾶς ἐκ τῶν τοῦ κατηγόρου λόγων
τοὺς νόμους καταμανθάνειν, εἰ καλῶς ὑμῖν κεῖνται ἢ μή,
ἀλλ’ ἐκ τῶν νόμων τοὺς τοῦ κατηγόρου λόγους, εἰ ὀρθῶς
καὶ νομίμως ὑμᾶς διδάσκουσι τὸ πρᾶγμα ἢ οὔ.

    [15] Οὕτως οἵ γε νόμοι κάλλιστα κεῖνται οἱ περὶ φόνου, οὓς
οὐδεὶς πώποτε ἐτόλμησε κινῆσαι· σὺ δὲ μόνος δὴ τετόλμη-
κας γενέσθαι νομοθέτης ἐπὶ τὰ πονηρότερα, καὶ ταῦτα
παρελθὼν ζητεῖς με ἀδίκως ἀπολέσαι. ἃ δὲ σὺ παρανομεῖς,
αὐτὰ ταῦτά μοι μέγιστα μαρτύριά ἐστιν· εὖ γὰρ ᾔδεις ὅτι
οὐδεὶς ἂν ἦν σοι ὃς ἐκεῖνον τὸν ὅρκον διομοσάμενος ἐμοῦ
κατεμαρτύρησεν.

    [16] Ἔπειτα δὲ οὐχ ὡς πιστεύων τῷ πράγματι ἀναμφισβη-
τήτως ἕνα τὸν ἀγῶνα περὶ τοῦ πράγματος ἐποιήσω, ἀλλὰ
ἀμφισβήτησιν καὶ λόγον ὑπελίπου ὡς καὶ τοῖσδε τοῖς
δικασταῖς ἀπιστήσων. ὥστε μηδέν μοι ἐνθάδε [μηδὲ]
πλέον εἶναι μηδ’ ἀποφυγόντι, ἀλλ’ ἐξεῖναί σοι λέγειν ὅτι
κακοῦργος ἀπέφυγον, ἀλλ’ οὐ τοῦ φόνου τὴν δίκην· ἑλὼν δ’
αὖ ἀξιώσεις με ἀποκτεῖναι ὡς τοῦ φόνου τὴν δίκην ὠφλη-
κότα. καίτοι πῶς ἂν εἴη τούτων δεινότερα μηχανήματα, εἰ
ὑμῖν μὲν ἅπαξ τουτουσὶ πείσασι κατείργασται ἃ βούλεσθε,
ἐμοὶ δ’ ἅπαξ ἀποφυγόντι ὁ αὐτὸς κίνδυνος ὑπολείπεται;

    [17] Ἔτι δὲ μάλ’ ἐδέθην, ὦ ἄνδρες, παρανομώτατα ἁπάν-
των ἀνθρώπων. ἐθέλοντος γάρ μου ἐγγυητὰς τρεῖς καθισ-
τάναι κατὰ τὸν νόμον, οὕτως οὗτοι διεπράξαντο τοῦτο
ὥστε μὴ ἐγγενέσθαι μοι ποιῆσαι. τῶν δὲ ἄλλων ξένων
ὅστις πώποτε ἠθέλησε καταστῆσαι ἐγγυητάς, οὐδεὶς πώ-
ποτ’ ἐδέθη. καίτοι οἱ ἐπιμεληταὶ τῶν κακούργων τῷ αὐτῷ
χρῶνται νόμῳ τούτῳ. ὥστε καὶ οὗτος κοινὸς τοῖς ἄλλοις
πᾶσιν ὢν ἐμοὶ μόνῳ ἐπέλιπε μὴ ἀπολῦσαι τοῦ δεσμοῦ.
[18] τούτοις γὰρ ἦν τοῦτο συμφέρον, πρῶτον μὲν ἀπαρασκευό-
τατον γενέσθαι με, μὴ δυνάμενον διαπράσσεσθαι αὐτὸν
τἀμαυτοῦ πράγματα, ἔπειτα κακοπαθεῖν τῷ σώματι, τούς
τε φίλους προθυμοτέρους ἔχειν τοὺς ἐμαυτοῦ τούτοις τὰ
ψευδῆ μαρτυρεῖν ἢ ἐμοὶ τἀληθῆ λέγειν, διὰ τὴν τοῦ σώμα-
τος κακοπάθειαν. ὄνειδός τε αὐτῷ τε ἐμοὶ περιέθεσαν καὶ
τοῖς ἐμοῖς προσήκουσιν εἰς τὸν βίον ἅπαντα.

    [19] Οὑτωσὶ μὲν δὴ πολλοῖς ἐλασσωθεὶς τῶν νόμων τῶν
ὑμετέρων καὶ τοῦ δικαίου καθέστηκα εἰς τὸν ἀγῶνα· ὅμως
μέντοι γε καὶ ἐκ τούτων πειράσομαι ἐμαυτὸν ἀναίτιον
ἐπιδεῖξαι. καίτοι χαλεπόν γε τὰ ἐκ πολλοῦ κατεψευσμένα
καὶ ἐπιβεβουλευμένα, ταῦτα παραχρῆμα ἀπελέγχειν· ἃ
γάρ τις μὴ προσεδόκησεν, οὐδὲ φυλάξασθαι ἐγχωρεῖ.