Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΚΑΤΑ ΕΡΑΤΟΣΘΕΝΟΥΣ

ΛΥΣ 12.27–40

Επιχειρήματα προς απόδειξη της ενοχής του Ερατοσθένη και ανασκευή ενδεχόμενων ισχυρισμών του
Συνεχίζοντας τη διήγησιν των γεγονότων που οδήγησαν στη δολοφονία του αδελφού του (βλ. και ΛΥΣ 12.1–13), ο ρήτορας υποστήριξε ότι σε αντίθεση με τον ίδιο, που κατάφερε να αποδράσει από το σπίτι του Δάμνιππου, όπου είχε οδηγηθεί, ο αδελφός του Πολέμαρχος εξαναγκάστηκε από τους Τριάκοντα να πιει το κώνειο. Οι τύραννοι επέδειξαν ασέβεια απέναντι στον νεκρό και απληστία κατά τη διανομή της περιουσίας της οικογένειας του Λυσία. Περνώντας (12.25) στην ἀπόδειξιν όσων ισχυρίζεται στο πρώτο μέρος του λόγου αυτού (το οποίο ολοκληρώνεται με τις επιλογικού χαρακτήρα παραγράφους 37–40) ο ρήτορας κάλεσε τον Ερατοσθένη να απαντήσει σε κάποια ερωτήματα, προκειμένου να αποδείξει ότι οι ισχυρισμοί του ήταν αντιφατικοί. Και συνεχίζει:

    [27] Καὶ μὴν οὐδὲ τοῦτο εἰκὸς αὐτῷ πιστεύειν, εἴπερ ἀληθῆ
λέγει φάσκων ἀντειπεῖν, ὡς αὐτῷ προσετάχθη. οὐ γὰρ
δήπου ἐν τοῖς μετοίκοις πίστιν παρ’ αὐτοῦ ἐλάμβανον.
ἔπειτα τῷ ἧττον εἰκὸς ἦν προσταχθῆναι ἢ ὅστις ἀντειπών
γε ἐτύγχανε καὶ γνώμην ἀποδεδειγμένος; τίνα γὰρ εἰκὸς
ἦν ἧττον ταῦτα ὑπηρετῆσαι ἢ τὸν ἀντειπόντα οἷς ἐκεῖνοι
ἐβούλοντο πραχθῆναι; [28] ἔτι δὲ τοῖς μὲν ἄλλοις Ἀθηναίοις
ἱκανή μοι δοκεῖ πρόφασις εἶναι τῶν γεγενημένων εἰς τοὺς
τριάκοντα ἀναφέρειν τὴν αἰτίαν· αὐτοὺς δὲ τοὺς τριάκοντα,
ἐὰν εἰς σφᾶς αὐτοὺς ἀναφέρωσι, πῶς ὑμᾶς εἰκὸς ἀποδέ-
χεσθαι; [29] εἰ μὲν γάρ τις ἦν ἐν τῇ πόλει ἀρχὴ ἰσχυροτέρα
[αὐτῆς], ὑφ’ ἧς αὐτῷ προσετάττετο παρὰ τὸ δίκαιον ἀν-
θρώπους ἀπολλύναι, ἴσως ἂν εἰκότως αὐτῷ συγγνώμην
εἴχετε· νῦν δὲ παρὰ τοῦ ποτε καὶ λήψεσθε δίκην, εἴπερ ἐξ-
έσται τοῖς τριάκοντα λέγειν ὅτι τὰ ὑπὸ τῶν τριάκοντα προσ-
ταχθέντα ἐποίουν; [30] καὶ μὲν δὴ οὐκ ἐν τῇ οἰκίᾳ ἀλλ’ ἐν τῇ
ὁδῷ, σῴζειν τε αὐτὸν καὶ τὰ τούτοις ἐψηφισμένα παρόν,
συλλαβὼν ἀπήγαγεν. ὑμεῖς δὲ πᾶσιν ὀργίζεσθε, ὅσοι εἰς
τὰς οἰκίας ἦλθον τὰς ὑμετέρας ζήτησιν ποιούμενοι ἢ ὑμῶν
ἢ τῶν ὑμετέρων τινός. [31] καίτοι εἰ χρὴ τοῖς διὰ τὴν ἑαυτῶν
σωτηρίαν ἑτέρους ἀπολέσασι συγγνώμην ἔχειν, ἐκείνοις
ἂν δικαιότερον ἔχοιτε· κίνδυνος γὰρ ἦν πεμφθεῖσι μὴ ἐλθεῖν
καὶ καταλαβοῦσιν ἐξάρνοις γενέσθαι. τῷ δὲ Ἐρατοσθένει
ἐξῆν εἰπεῖν ὅτι οὐκ ἀπήντησεν, ἔπειτα ὅτι οὐκ εἶδεν· ταῦτα
γὰρ οὔτ’ ἔλεγχον οὔτε βάσανον εἶχεν, ὥστε μηδ’ ὑπὸ τῶν
ἐχθρῶν βουλομένων οἷόν τ’ εἶναι ἐξελεγχθῆναι. [32] χρῆν δέ
σε, ὦ Ἐρατόσθενες, εἴπερ ἦσθα χρηστός, πολὺ μᾶλλον
τοῖς μέλλουσιν ἀδίκως ἀποθανεῖσθαι μηνυτὴν γενέσθαι ἢ
τοὺς ἀδίκως ἀπολουμένους συλλαμβάνειν. νῦν δέ σου τὰ
ἔργα φανερὰ γεγένηται οὐχ ὡς ἀνιωμένου ἀλλ’ ὡς ἡδο-
μένου τοῖς γιγνομένοις, [33] ὥστε τούσδε ἐκ τῶν ἔργων χρὴ
μᾶλλον ἢ ἐκ τῶν λόγων τὴν ψῆφον φέρειν, ἃ ἴσασι γεγενη-
μένα τῶν τότε λεγομένων τεκμήρια λαμβάνοντας, ἐπειδὴ
μάρτυρας περὶ αὐτῶν οὐχ οἷόν τε παρασχέσθαι. οὐ γὰρ
μόνον ἡμῖν παρεῖναι οὐκ ἐξῆν, ἀλλ’ οὐδὲ παρ’ αὑτοῖς εἶναι,
ὥστ’ ἐπὶ τούτοις ἐστὶ πάντα τὰ κακὰ εἰργασμένοις τὴν
πόλιν πάντα τἀγαθὰ περὶ αὑτῶν λέγειν. [34] τοῦτο μέντοι οὐ
φεύγω, ἀλλ’ ὁμολογῶ σοι, εἰ βούλει, ἀντειπεῖν. θαυμάζω
δὲ τί ἄν ποτ’ ἐποίησας συνειπών, ὁπότε ἀντειπεῖν φάσκων
ἀπέκτεινας Πολέμαρχον.

    Φέρε δή, τί ἄν, εἰ καὶ ἀδελφοὶ ὄντες ἐτύχετε αὐτοῦ ἢ καὶ
ὑεῖς; ἀπεψηφίσασθε; δεῖ γάρ, ὦ ἄνδρες δικασταί, Ἐρα-
τοσθένην δυοῖν θἄτερον ἀποδεῖξαι, ἢ ὡς οὐκ ἀπήγαγεν
αὐτόν, ἢ ὡς δικαίως τοῦτ’ ἔπραξεν. οὗτος δὲ ὡμολόγηκεν
ἀδίκως συλλαβεῖν, ὥστε ῥᾳδίαν ὑμῖν τὴν διαψήφισιν περὶ
αὑτοῦ πεποίηκε. [35] καὶ μὲν δὴ πολλοὶ καὶ τῶν ἀστῶν καὶ
τῶν ξένων ἥκουσιν εἰσόμενοι τίνα γνώμην περὶ τούτων
ἕξετε. ὧν οἱ μὲν ὑμέτεροι ὄντες πολῖται μαθόντες ἀπίασιν
ὅτι ἢ δίκην δώσουσιν ὧν ἂν ἐξαμάρτωσιν, ἢ πράξαντες μὲν
ὧν ἐφίενται τύραννοι τῆς πόλεως ἔσονται, δυστυχήσαντες
δὲ τὸ ἴσον ὑμῖν ἕξουσιν· ὅσοι δὲ ξένοι ἐπιδημοῦσιν, εἴσον-
ται πότερον ἀδίκως τοὺς τριάκοντα ἐκκηρύττουσιν ἐκ τῶν
πόλεων ἢ δικαίως. εἰ γὰρ δὴ αὐτοὶ οἱ κακῶς πεπονθότες
λαβόντες ἀφήσουσιν, ἦ που σφᾶς <γ’> αὐτοὺς ἡγήσονται
περιέργους ὑπὲρ ὑμῶν τηρουμένους. [36] οὐκ οὖν δεινὸν εἰ τοὺς
μὲν στρατηγούς, οἳ ἐνίκων ναυμαχοῦντες, ὅτε διὰ χειμῶνα
οὐχ οἷοί τ’ ἔφασαν εἶναι τοὺς ἐκ τῆς θαλάττης ἀνελέσθαι,
θανάτῳ ἐζημιώσατε, ἡγούμενοι χρῆναι τῇ τῶν τεθνεώ-
των ἀρετῇ παρ’ ἐκείνων δίκην λαβεῖν, τούτους δέ, οἳ ἰδιῶ-
ται μὲν ὄντες καθ’ ὅσον ἐδύναντο ἐποίησαν ἡττηθῆναι
ναυμαχοῦντας, ἐπειδὴ δὲ εἰς τὴν ἀρχὴν κατέστησαν, ὁμο-
λογοῦσιν ἑκόντες πολλοὺς τῶν πολιτῶν ἀκρίτους ἀποκτιν-
νύναι, οὐκ ἄρα χρὴ αὐτοὺς καὶ τοὺς παῖδας ὑφ’ ὑμῶν
ταῖς ἐσχάταις ζημίαις κολάζεσθαι;

    [37] Ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, ἠξίουν ἱκανὰ εἶναι τὰ
κατηγορημένα· μέχρι γὰρ τούτου νομίζω χρῆναι κατηγο-
ρεῖν, ἕως ἂν θανάτου δόξῃ τῷ φεύγοντι ἄξια εἰργάσθαι.
ταύτην γὰρ ἐσχάτην δίκην δυνάμεθα παρ’ αὐτῶν λαβεῖν.
ὥστ’ οὐκ οἶδ’ ὅ τι δεῖ πολλὰ κατηγορεῖν τοιούτων ἀνδρῶν,
οἳ οὐδ’ ὑπὲρ ἑνὸς ἑκάστου τῶν πεπραγμένων δὶς ἀποθα-
νόντες δίκην δοῦναι δύναιντ’ ἂν <ἀξίαν>. [38] οὐ γὰρ δὴ οὐδὲ
τοῦτο αὐτῷ προσήκει ποιῆσαι, ὅπερ ἐν τῇδε τῇ πόλει
εἰθισμένον ἐστί, πρὸς μὲν τὰ κατηγορημένα μηδὲν ἀπολο-
γεῖσθαι, περὶ δὲ σφῶν αὐτῶν ἕτερα λέγοντες ἐνίοτε ἐξα-
πατῶσιν, ὑμῖν ἀποδεικνύντες ὡς στρατιῶται ἀγαθοί εἰσιν,
ἢ ὡς πολλὰς τῶν πολεμίων ναῦς ἔλαβον τριηραρχήσαντες,
<ἢ> πόλεις πολεμίας οὔσας φίλας ἐποίησαν· [39] ἐπεὶ κελεύετε
αὐτὸν ἀποδεῖξαι ὅπου τοσούτους τῶν πολεμίων ἀπέκτειναν
ὅσους τῶν πολιτῶν, ἢ ναῦς ὅπου τοσαύτας ἔλαβον ὅσας
αὐτοὶ παρέδοσαν, ἢ πόλιν ἥντινα τοιαύτην προσεκτήσαντο
οἵαν τὴν ὑμετέραν κατεδουλώσαντο. [40] ἀλλὰ γὰρ ὅπλα τῶν
πολεμίων <τοσαῦτα> ἐσκύλευσαν ὅσα περ ὑμῶν ἀφεί-
λοντο, ἀλλὰ τείχη τοιαῦτα εἷλον οἷα τῆς ἑαυτῶν πατρίδος
κατέσκαψαν; οἵτινες καὶ τὰ περὶ τὴν Ἀττικὴν φρούρια
καθεῖλον, καὶ ὑμῖν ἐδήλωσαν ὅτι οὐδὲ τὸν Πειραιᾶ Λακε-
δαιμονίων προσταττόντων περιεῖλον, ἀλλ’ ὅτι ἑαυτοῖς τὴν
ἀρχὴν οὕτω βεβαιοτέραν ἐνόμιζον εἶναι.