[1] Περὶ πολλοῦ ποιούμενος, ὦ ἄνδρες δικασταί, μήτε πρὸς
Ἄφοβόν μοι συμβῆναι τὴν γενομένην διαφορὰν μήτε τὴν
νῦν οὖσαν πρὸς Ὀνήτορα τουτονί, κηδεστὴν ὄντ’ αὐτοῦ,
πολλὰ καὶ δίκαια προκαλεσάμενος ἀμφοτέρους, οὐδενὸς ἐδυ-
νήθην τυχεῖν τῶν μετρίων, ἀλλ’ ηὕρηκα πολὺ τοῦτον ἐκείνου
δυσκολώτερον καὶ μᾶλλον ἄξιον ὄντα δοῦναι δίκην. [2] τὸν μὲν
γὰρ οἰόμενος δεῖν ἐν τοῖς φίλοις διαδικάσασθαι τὰ πρὸς ἐμὲ
καὶ μὴ λαβεῖν ὑμῶν πεῖραν οὐχ οἷός τ’ ἐγενόμην πεῖσαι·
τοῦτον δ’ αὐτὸν αὑτῷ κελεύων γενέσθαι δικαστήν, ἵνα μὴ
παρ’ ὑμῖν κινδυνεύσῃ, τοσοῦτον κατεφρονήθην, ὥστ’ οὐχὶ
μόνον λόγου τυχεῖν οὐκ ἠξιώθην, ἀλλὰ καὶ ἐκ τῆς γῆς, ἣν
Ἄφοβος ἐκέκτηθ’ ὅτ’ ὠφλίσκανέ μοι τὴν δίκην, ὑβριστικῶς
ὑπ’ αὐτοῦ πάνυ ἐξεβλήθην. [3] ἐπειδὴ οὖν συναποστερεῖ τέ με
τῶν ὄντων τῷ ἑαυτοῦ κηδεστῇ, πιστεύων τ’ εἰς ὑμᾶς εἰσελή-
λυθεν ταῖς αὑτοῦ παρασκευαῖς, ὑπόλοιπόν ἐστιν ἐν ὑμῖν
πειρᾶσθαι παρ’ αὐτοῦ τῶν δικαίων τυγχάνειν. οἶδα μὲν οὖν,
ὦ ἄνδρες δικασταί, ὅτι μοι πρὸς παρασκευὰς λόγων καὶ
μάρτυρας οὐ τἀληθῆ μαρτυρήσοντας ὁ ἀγών ἐστιν· ὅμως
μέντοι τοσοῦτον οἶμαι διοίσειν τῷ δικαιότερα τούτου λέγειν,
[4] ὥστ’ εἰ καί τις ὑμῶν πρότερον τοῦτον ἡγεῖτ’ εἶναι μὴ πονηρόν,
ἔκ γε τῶν πρὸς ἐμὲ πεπραγμένων γνώσεσθαι, ὅτι καὶ τὸν
ἄλλον χρόνον ἐλάνθανεν αὐτὸν κάκιστος ὢν καὶ ἀδικώτατος
ἁπάντων. ἀποδείξω γὰρ αὐτὸν οὐ μόνον τὴν προῖκ’ οὐ δεδω-
κότα, ἧς φησι νῦν ἀποτετιμῆσθαι τὸ χωρίον, ἀλλὰ καὶ ἐξ
ἀρχῆς τοῖς ἐμοῖς ἐπιβουλεύσαντα, καὶ πρὸς τούτοις τὴν μὲν
γυναῖκ’ οὐκ ἀπολελοιπυῖαν, ὑπὲρ ἧς ἐξήγαγέ μ’ ἐκ ταύτης
τῆς γῆς, [5] προϊστάμενον δ’ ἐπ’ ἀποστερήσει τῶν ἐμῶν Ἀφόβου
καὶ τούτους ὑπομένοντα τοὺς ἀγῶνας, οὕτω μεγάλοις τεκμη-
ρίοις καὶ φανεροῖς ἐλέγχοις ὥσθ’ ὑμᾶς ἅπαντας εἴσεσθαι
σαφῶς ὅτι δικαίως καὶ προσηκόντως οὗτος φεύγει ταύτην
ὑπ’ ἐμοῦ τὴν δίκην. ὅθεν δὲ ῥᾷστα μαθήσεσθε περὶ αὐτῶν,
ἐντεῦθεν ὑμᾶς καὶ ἐγὼ πρῶτον πειράσομαι διδάσκειν.
[6] Ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, πολλούς τ’ ἄλλους Ἀθη-
ναίων καὶ τοῦτον οὐκ ἐλάνθανον κακῶς ἐπιτροπευόμενος,
ἀλλ’ ἦν καταφανὴς εὐθὺς ἀδικούμενος· τοσαῦται πραγματεῖαι
καὶ λόγοι καὶ παρὰ τῷ ἄρχοντι καὶ παρὰ τοῖς ἄλλοις ἐγί-
γνονθ’ ὑπὲρ τῶν ἐμῶν. τό τε γὰρ πλῆθος τῶν κατα-
λειφθέντων ἦν φανερόν, ὅτι τ’ ἀμίσθωτον τὸν οἶκον ἐποίουν
οἱ διαχειρίζοντες, ἵν’ αὐτοὶ τὰ χρήματα καρποῖντο, οὐκ ἄδη-
λον ἦν. ὥστ’ ἐκ τῶν γιγνομένων οὐκ ἔσθ’ ὅστις οὐχ ἡγεῖτο
τῶν εἰδότων δίκην με λήψεσθαι παρ’ αὐτῶν, ἐπειδὴ τάχιστ’
ἀνὴρ εἶναι δοκιμασθείην. [7] ἐν οἷς καὶ Τιμοκράτης καὶ Ὀνήτωρ
ταύτην ἔχοντες διετέλεσαν τὴν διάνοιαν. τεκμήριον δὲ
πάντων μέγιστον· οὗτος γὰρ ἐβουλήθη μὲν Ἀφόβῳ δοῦναι
τὴν ἀδελφήν, ὁρῶν τῆς θ’ αὑτοῦ πατρῴας οὐσίας καὶ τῆς
ἐμῆς οὐκ ὀλίγης αὐτὸν κύριον γεγενημένον, προέσθαι δὲ τὴν
προῖκ’ οὐκ ἐπίστευσεν, ὥσπερ εἰ τὰ τῶν ἐπιτροπευόντων
χρήματ’ ἀποτίμημα τοῖς ἐπιτροπευομένοις καθεστάναι νομί-
ζων. ἀλλὰ τὴν μὲν ἀδελφὴν ἔδωκεν, τὴν δὲ προῖκ’ αὐτῷ
Τιμοκράτης ἐπὶ πέντ’ ὀβολοῖς ὀφειλήσειν ὡμολόγησεν, ᾧ
πρότερον ἡ γυνὴ συνοικοῦσ’ ἐτύγχανεν. [8] ὀφλόντος δέ μοι
τὴν δίκην Ἀφόβου τῆς ἐπιτροπῆς καὶ οὐδὲν δίκαιον ποιεῖν
ἐθέλοντος, διαλύειν μὲν ἡμᾶς Ὀνήτωρ οὐδ’ ἐπεχείρησεν, οὐκ
ἀποδεδωκὼς δὲ τὴν προῖκα, ἀλλ’ αὐτὸς κύριος ὤν, ὡς ἀπο-
λελοιπυίας τῆς ἀδελφῆς καὶ δοὺς κομίσασθαι δ’ οὐ δυνάμενος,
ἀποτιμήσασθαι φάσκων τὴν γῆν ἐξάγειν μ’ ἐξ αὐτῆς ἐτόλ-
μησεν· τοσοῦτον καὶ ἐμοῦ καὶ ὑμῶν καὶ τῶν κειμένων νόμων
κατεφρόνησεν. [9] καὶ τὰ μὲν γενόμενα, καὶ δι’ ἃ φεύγει τὴν
δίκην καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, ταῦτ’ ἐστίν, ὦ ἄνδρες
δικασταί· παρέξομαι δὲ μάρτυρας πρῶτον μὲν αὐτὸν Τιμο-
κράτην, ὡς ὡμολόγησεν ὀφειλήσειν τὴν προῖκα καὶ τὸν τόκον
ἀπεδίδου τῆς προικὸς Ἀφόβῳ κατὰ τὰς ὁμολογίας, ἔπειθ’
ὡς αὐτὸς Ἄφοβος ὡμολόγει κομίζεσθαι τὸν τόκον παρὰ
Τιμοκράτους. καί μοι λαβὲ τὰς μαρτυρίας.
|