[1] Ἐνθυμήθητε τοίνυν, ὦ ἄνδρες δικασταί, οἷοί τινες
ὄντες πολῖται καὶ αὐτοὶ καὶ ὧν προσήκοντες ἀδικούμε-
νοι ἀξιοῦμεν ἐλεεῖσθαι ὑφ’ ὑμῶν καὶ τῶν δικαίων τυγ-
χάνειν· οὐ γὰρ μόνον περὶ τῆς οὐσίας ἀγωνιζόμεθα, ἀλλὰ
καὶ περὶ τῆς πολιτείας, εἰ χρὴ δημοκρατουμένης τῆς πόλεως
ἡμῖν μετεῖναι. πρῶτον μὲν οὖν περὶ Νικίου τοῦ ἡμετέρου
θείου ἀναμνήσθητε. [2] ἐκεῖνος γὰρ ὅσα μὲν τῇ ἑαυτοῦ γνώμῃ
χρώμενος ὑπὲρ τοῦ πλήθους τοῦ ὑμετέρου ἔπραξε, πανταχοῦ
φανήσεται πολλῶν μὲν καὶ ἀγαθῶν αἴτιος τῇ πόλει γεγενη-
μένος, πλεῖστα δὲ καὶ μέγιστα κακὰ τοὺς πολεμίους εἰρ-
γασμένος· ὅσα δὲ οὐ βουλόμενος ἀλλ’ ἄκων ἠναγκάσθη
ποιῆσαι, τῶν μὲν κακῶν οὐκ ἐλάχιστον αὐτὸς μετέσχε
μέρος, τὴν δ’ αἰτίαν τῆς συμφορᾶς οἱ πείσαντες ὑμᾶς δι-
καίως ἂν ἔχοιεν, [3] ἐπεὶ τήν γε πρὸς ὑμᾶς εὔνοιαν καὶ τὴν
ἀρετὴν <τὴν> αὑτοῦ ἐν ταῖς εὐτυχίαις ταῖς ὑμετέραις καὶ
ταῖς δυστυχίαις ταῖς τῶν ἐχθρῶν ἐπεδείξατο· στρατηγῶν
γὰρ πολλὰς μὲν πόλεις εἷλε, πολλὰ δὲ καὶ καλὰ κατὰ τῶν
πολεμίων ἔστησε τρόπαια, ὧν καθ’ ἓν ἕκαστον πολὺ ἂν
ἔργον εἴη λέγειν. [4] Εὐκράτης τοίνυν, ἀδελφὸς μὲν ὢν ἐκείνου,
πατὴρ δ’ ἐμός, ἤδη τῆς τελευταίας ναυμαχίας γεγενημένης
φανερὰν ἐπεδείξατο τὴν εὔνοιαν ἣν εἶχε περὶ τὸ πλῆθος
τὸ ὑμέτερον· ἡττημένων γὰρ ἐν <τῇ> ναυμαχίᾳ στρατηγὸς
ὑφ’ ὑμῶν ᾑρημένος καὶ παρακαλούμενος μετέχειν τῆς ὀλι-
γαρχίας ὑπὸ τῶν ἐπιβουλευόντων τῷ πλήθει, [5] οὐκ ἠθέλη-
σεν αὐτοῖς πείθεσθαι, ἐν τοιούτῳ καιρῷ ληφθεὶς ἐν ᾧ οἱ
πλεῖστοι τῶν ἀνθρώπων καὶ μεταβάλλονται πρὸς τὰ
παρόντα καὶ ταῖς τύχαις εἴκουσι, δυστυχοῦντος τοῦ δήμου,
οὐκ ἀπελαυνόμενος τῆς πολιτείας οὐδ’ ἰδίας ἔχθρας ὑπαρ-
χούσης πρὸς ἄρξειν μέλλοντας, ἀλλ’ ἐξὸν αὐτῷ καὶ τῶν
τριάκοντα γενέσθαι καὶ μηδενὸς ἔλαττον δύνασθαι,
μᾶλλον εἵλετο πράττων ὑπὲρ τῆς ὑμετέρας σωτηρίας ἀπο-
λέσθαι ἢ ἐπιδεῖν <τὰ> τείχη καθαιρούμενα καὶ τὰς ναῦς
τοῖς πολεμίοις παραδιδομένας καὶ τὸ ὑμέτερον πλῆθος κα-
ταδεδουλωμένον. [6] καὶ οὐ πολλῷ χρόνῳ ὕστερον Νικήρατος,
ἀνεψιὸς ὢν ἐμὸς καὶ ὑὸς Νικίου, εὔνους ὢν τῷ ὑμετέρῳ
πλήθει, συλληφθεὶς ὑπὸ τῶν τριάκοντα ἀπέθανεν, οὔτε
γένει οὔτε οὐσίᾳ οὔθ’ ἡλικίᾳ δοκῶν ἀνάξιος εἶναι τῆς
πολιτείας μετασχεῖν· ἀλλὰ τοιαῦτα ἐνομίζετο τὰ ὑπάρχοντα
αὐτῷ πρὸς τὸ ὑμέτερον πλῆθος εἶναι καὶ διὰ τοὺς προγό-
νους καὶ αὐτόν, ὥστε οὐκ ἄν ποθ’ ἑτέρας ἐπιθυμῆσαι πο-
λιτείας. [7] συνῄδεσαν γὰρ ἅπασιν αὐτοῖς ὑπὸ τῆς πόλεως τι-
μωμένοις, καὶ πολλαχοῦ μὲν ὑπὲρ ὑμῶν κεκινδυνευκόσι,
μεγάλας δ’ εἰσφορὰς εἰσενηνοχόσι καὶ λελῃτουργηκόσι
κάλλιστα, καὶ τῶν ἄλλων οὐδενὸς πώποτ’ ἀποστᾶσιν ὧν
ἡ πόλις αὐτοῖς προσέταξεν, ἀλλὰ προθύμως λῃτουργοῦσι.
[8] καίτοι τίνες ἂν ἡμῶν εἴησαν δυστυχέστεροι, εἰ ἐν μὲν τῇ
ὀλιγαρχίᾳ ἀποθνῄσκοιμεν εὖνοι ὄντες τῷ πλήθει, ἐν δὲ τῇ
δημοκρατίᾳ ὡς κακόνοι ὄντες τῷ πλήθει ἀποστεροίμεθα
τῶν ὄντων; [9] καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, καὶ Διόγνη-
τος διαβληθεὶς μὲν ὑπὸ τῶν συκοφαντῶν φεύγων ᾤχετο,
μετ’ ὀλίγων δὲ τῶν ἐκπεπτωκότων οὔτ’ ἐπὶ τὴν πόλιν
ἐστρατεύσατο οὔτ’ εἰς Δεκέλειαν ἀφίκετο· οὐδ’ ἔστιν ὅτου
κακοῦ αἴτιος οὔτε φεύγων οὔτε κατελθὼν τῷ ὑμετέρῳ πλή-
θει γεγένηται, ἀλλ’ εἰς τοῦτ’ ἀρετῆς ἦλθεν ὥστε μᾶλλον
ὠργίζετο τοῖς εἰς ὑμᾶς ἡμαρτηκόσιν ἢ τοῖς αὐτῷ τῆς
καθόδου αἰτίοις γεγενημένοις <χάριν ᾔδει>. [10] καὶ ἀρχὴν
μὲν οὐδεμίαν ἦρξεν ἐν τῇ ὀλιγαρχίᾳ· ἐπειδὴ δὲ τάχιστα
ἦλθον εἰς τὴν Ἀκαδήμειαν Λακεδαιμόνιοι καὶ Παυσανίας,
λαβὼν τὸν Νικηράτου καὶ ἡμᾶς παῖδας ὄντας, ἐκεῖνον μὲν
κατέθηκεν ἐπὶ τοῖς γόνασι τοῖς Παυσανίου, ἡμᾶς δὲ πα-
ραστησάμενος ἔλεγε πρὸς ἐκεῖνον καὶ τοὺς ἄλλους τοὺς
παρόντας ὅσα εἴημεν πεπονθότες καὶ οἵαις τύχαις κεχρη-
μένοι, καὶ ἠξίου Παυσανίαν βοηθῆσαι καὶ διὰ τὴν φιλίαν
καὶ διὰ τὴν ξενίαν τὴν ὑπάρχουσαν, καὶ τιμωρὸν γενέσθαι
τῶν εἰς ἡμᾶς ἡμαρτηκότων. [11] ὅθεν Παυσανίας ἤρξατο εὔνους
εἶναι τῷ δήμῳ, παράδειγμα ποιούμενος πρὸς τοὺς ἄλλους
Λακεδαιμονίους τὰς ἡμετέρας συμφορὰς τῆς τῶν τριάκοντα
πονηρίας· δῆλον γὰρ ἅπασι τοῖς ἐλθοῦσι Πελοποννησίων
ἐγεγένητο, ὅτι οὐ τοὺς πονηροτάτους τῶν πολιτῶν ἀπέκ-
τεινον, ἀλλ’ οἷς μάλιστα προσῆκον καὶ διὰ γένος καὶ διὰ
πλοῦτον καὶ διὰ τὴν ἄλλην ἀρετὴν τιμᾶσθαι. [12] οὕτω δ’ ἠλεού-
μεθα καὶ πᾶσι δεινὰ ἐδοκοῦμεν πεπονθέναι, ὥστε Παυσα-
νίας τὰ μὲν παρὰ τῶν τριάκοντα ξένια οὐκ ἠθέλησε λαβεῖν,
τὰ δὲ παρ’ ἡμῶν ἐδέξατο. καίτοι δεινόν, ὦ ἄνδρες δικα-
σταί, ὑπὸ μὲν τῶν πολεμίων παῖδας ἡμᾶς ὄντας ἐλεεῖσθαι,
οἳ τῇ ὀλιγαρχίᾳ βοηθήσοντες ἦλθον, ὑπὸ δ’ ὑμῶν, ὦ ἄν-
δρες δικασταί, τοιούτους γεγενημένους τῶν ὄντων ἀπο-
στερεῖσθαι, ὧν οἱ πατέρες ὑπὲρ τῆς δημοκρατίας ἀπέθανον.
[13] Εὖ δ’ οἶδ’, ὦ ἄνδρες δικασταί, ὅτι περὶ πλείστου ἂν
ποιήσαιτο Πολίοχος τοῦτον τὸν ἀγῶνα κατορθῶσαι, ἡγού-
μενος αὑτῷ καλὴν εἶναι τὴν ἐπίδειξιν καὶ πρὸς τοὺς πο-
λίτας καὶ τοὺς ξένους, ὅτι Ἀθήνησι τοσοῦτον δύναται,
ὥσθ’ ὑμᾶς τοὺς αὐτούς, περὶ ὧν ὅρκους ὀμωμόκατε, ὑμῖν
αὐτοῖς τὰ ἐναντία ποιεῖν ψηφίζεσθαι. [14] πάντες γὰρ εἴσονται
ὅτι τότε μὲν χιλίαις δραχμαῖς ἐζημιώσατε τὸν βουλόμε-
νον τὴν ἡμετέραν γῆν δημοσίαν ποιῆσαι, νυνὶ δὲ κελεύων
δημεῦσαι νενίκηκε, καὶ περὶ τούτων δὴ ἀμφοτέρων Ἀθη-
ναῖοι, παρὰ νόμον φεύγοντος τοῦ αὐτοῦ ἀνδρός, τἀναντία
σφίσιν αὐτοῖς ἐψηφίσαντο. [15] οὐκ οὖν αἰσχρόν, εἰ ἃ μὲν Λακε-
δαιμονίοις συνέθεσθε βεβαιώσετε, ἃ δὲ αὑτοῖς ἐψηφίσασθε
οὕτω ῥᾳδίως διαλύσετε, καὶ τὰς μὲν πρὸς ἐκείνους συν-
θήκας κυρίας ποιήσετε, τὰς δὲ πρὸς αὑτοὺς ἀκύρους;
καὶ τοῖς μὲν ἄλλοις Ἕλλησιν ὀργίζεσθε, εἴ τις Λακεδαιμο-
νίους ὑμῶν περὶ πλείονος ποιεῖται, ὑμεῖς δ’ αὐτοὶ φανή-
σεσθε πιστότερον πρὸς ἐκείνους ἢ πρὸς ὑμᾶς αὐτοὺς
διακείμενοι; [16] ἄξιον δὲ μάλιστ’ ἀγανακτῆσαι ὅτι οὕτως
ἤδη οἱ τὰ τῆς πόλεως πράττοντες διάκεινται, ὥστ’ οὐχ
ὅ τι ἂν τῇ πόλει βέλτιστον ᾖ, τοῦτο οἱ ῥήτορες λέγουσιν,
ἀλλ’ ἀφ’ ὧν ἂν αὐτοὶ κερδαίνειν μέλλωσι, ταῦτα ὑμεῖς
ψηφίζεσθε. [17] καὶ εἰ μὲν τῷ ὑμετέρῳ πλήθει συνέφερε τοὺς
μὲν ἔχειν τὰ αὑτῶν, τῶν δὲ ἀδίκως δεδημεῦσθαι τὴν οὐσίαν,
εἰκότως ἂν ἠμελεῖτε τῶν ὑφ’ ἡμῶν λεγομένων· νυνὶ δὲ
πάντες ἂν ὁμολογήσαιτε ὁμόνοιαν <μὲν> μέγιστον ἀγαθὸν
εἶναι πόλει, στάσιν δὲ πάντων κακῶν αἰτίαν, διαφέρεσθαι
δὲ πρὸς ἀλλήλους ἐκ τῶν τοιούτων μάλιστ’, ἐὰν οἱ μὲν τῶν
ἀλλοτρίων ἐπιθυμῶσιν, οἱ δ’ ἐκ τῶν ὄντων ἐκπίπτωσι.
[18] καὶ ταῦθ’ ὑμεῖς ἔγνωτε νεωστὶ κατελθόντες, ὀρθῶς βου-
λευόμενοι· ἔτι γὰρ ἐμέμνησθε τῶν γεγενημένων συμφορῶν,
καὶ τοῖς θεοῖς εἰς ὁμόνοιαν ηὔχεσθε καταστῆναι τὴν πόλιν
μᾶλλον ἢ ἐπὶ τιμωρίαν τῶν παρεληλυθότων τραπομένων
τὴν μὲν πόλιν στασιάσαι, τοὺς δὲ λέγοντας ταχέως πλου-
τῆσαι. [19] καίτοι πλείων συγγνώμη μνησικακεῖν νεωστὶ κα-
τεληλυθόσιν, ἔτι τῆς ὀργῆς οὔσης προσφάτου, ἢ τοσούτῳ
χρόνῳ ὕστερον ἐπὶ τιμωρίαν τῶν παρεληλυθότων τραπέ-
σθαι, ὑπὸ τοιούτων πεισθέντας οἳ ἐν ἄστει μείναντες ταύ-
την ὑμῖν οἴονται διδόναι πίστιν τῆς αὑτῶν εὐνοίας, ἑτέρους
κακοὺς ποιοῦντες, ἀλλ’ οὐ σφᾶς αὐτοὺς χρηστοὺς παρέχον-
τες, καὶ νυνὶ τῶν τῆς πόλεως εὐτυχιῶν ἀπολαύοντες, ἀλλ’
οὐ πρότερον τῶν ὑμετέρων κινδύνων μετέχοντες.
[20] Καὶ εἰ μὲν ἑωρᾶτε, ὦ ἄνδρες δικασταί, σῳζόμενα τῇ
πόλει τὰ ὑπὸ τούτων δημευόμενα, συγγνώμην ἂν εἴχο-
μεν· νῦν δ’ ἐπίστασθε ὅτι τὰ μὲν αὐτῶν ὑπὸ τούτων ἀφα-
νίζεται, τὰ δὲ πολλοῦ ἄξια ὄντα ὀλίγου πιπράσκεται. ἐὰν
δ’ ἐμοὶ πείθησθε, οὐκ ἐλάττω ἀπ’ αὐτῶν ὑμεῖς ὠφεληθή-
σεσθε ἢ ἡμεῖς οἱ κεκτημένοι, [21] ἐπεὶ καὶ νυνὶ Διόμνηστος
καὶ ἐγὼ καὶ ὁ ἀδελφὸς ἐκ μιᾶς οἰκίας τρεῖς ὄντες τριηραρ-
χοῦμεν, καὶ ὅταν ἡ πόλις δέηται χρημάτων, ἀπὸ τούτων
ὑμῖν εἰσφέρομεν. ὡς οὖν ἡμῶν ταύτῃ τῇ γνώμῃ χρωμένων,
καὶ τῶν προγόνων τῶν ἡμετέρων τοιούτων γεγενημένων,
φείδεσθε ἡμῶν. [22] οὐδὲν γὰρ ἂν ἡμᾶς κωλύοι, ὦ ἄνδρες δικα-
σταί, ἀθλιωτάτους εἶναι, ἐπὶ μὲν τῶν τριάκοντα ὀρφανοὺς
καταλειφθέντας, ἐν δὲ τῇ δημοκρατίᾳ τῶν ὄντων ἐστερη-
μένους, οἷς ἡ τύχη παρέδωκεν ὥστ’ ἔτι ἡμᾶς παῖδας ὄντας
ἐπὶ τὴν Παυσανίου σκηνὴν ἐλθόντας βοηθῆσαι τῷ πλήθει.
καὶ τοιούτων ἡμῖν ὑπαρχόντων εἰς τίνας ἂν ἐβουλήθημεν
δικαστὰς καταφυγεῖν; [23] οὐκ εἰς τοὺς οὕτω πολιτευομένους,
ὑπὲρ ἧς πολιτείας καὶ ὁ πατὴρ καὶ οἱ προσήκοντες ἡμῖν
ἀπέθανον; νῦν τοίνυν ταύτην ἀνθ’ ἁπάντων ἀπαιτοῦμεν
ὑμᾶς τὴν χάριν, μὴ περιιδεῖν ἡμᾶς ἀπόρως διατεθέντας
μηδ’ ἐνδεεῖς τῶν ἐπιτηδείων γενομένους, μηδὲ τὴν τῶν
προγόνων εὐδαιμονίαν καταλῦσαι, ἀλλὰ πολὺ μᾶλλον
παράδειγμα ποιῆσαι τοῖς βουλομένοις τὴν πόλιν εὖ ποιεῖν,
οἵων ὑμῶν ἐν τοῖς κινδύνοις τεύξονται.
[24] Οὐκ ἔχω, ὦ ἄνδρες δικασταί, οὕστινας δεησομένους
ὑπὲρ ἡμῶν ἀναβιβάσομαι· τῶν γὰρ προσηκόντων οἱ μὲν
ἄνδρας ἀγαθοὺς αὑτοὺς παρασχόντες καὶ μεγάλην τὴν
πόλιν ποιοῦντες ἐν τῷ πολέμῳ τεθνᾶσιν, οἱ δ’ ὑπὲρ τῆς
δημοκρατίας καὶ τῆς ὑμετέρας ἐλευθερίας ὑπὸ τῶν τριά-
κοντα κώνειον πιόντες, [25] ὥστε τῆς ἐρημίας τῆς ἡμετέρας
αἴτιαι γεγόνασιν αἵ τε τῶν προσηκόντων ἀρεταὶ καὶ αἱ
τῆς πόλεως συμφοραί. ὧν ἄξιον ὑμᾶς ἐνθυμηθέντας προ-
θύμως ἡμῖν βοηθῆσαι, ἡγησαμένους τούτους ἂν ἐν δημο-
κρατίᾳ δικαίως εὖ πάσχειν ὑφ’ ὑμῶν, οἵπερ ἐν ὀλιγαρχίᾳ
τῶν συμφορῶν μετέσχον τὸ μέρος. [26] ἀξιῶ δὲ καὶ τούτους
τοὺς συνδίκους εὔνους ἡμῖν εἶναι, ἐκείνου τοῦ χρόνου
μνησθέντας, ὅτ’ ἐκ τῆς πατρίδος ἐκπεπτωκότες καὶ τὰς
οὐσίας ἀπολωλεκότες ἄνδρας ἀρίστους ἐνομίζετ’ εἶναι τοὺς
ὑπὲρ ὑμῶν ἀποθνῄσκοντας, καὶ τοῖς θεοῖς ηὔχεσθε δυνη-
θῆναι χάριν τοῖς ἐξ ἐκείνων ἀποδοῦναι. [27] ἡμεῖς τοίνυν, ὑεῖς
ὄντες καὶ συγγενεῖς τῶν ὑπὲρ τῆς ἐλευθερίας προκεκινδυ-
νευκότων, ἀπαιτοῦμεν ὑμᾶς νυνὶ ταύτην τὴν χάριν, καὶ
ἀξιοῦμεν μὴ ἀδίκως ἡμᾶς ἀπολέσαι, ἀλλὰ πολὺ μᾶλλον
βοηθεῖν τοῖς τῶν αὐτῶν μετασχοῦσι συμφορῶν. ἐγὼ μὲν
οὖν καὶ δέομαι καὶ ἀντιβολῶ καὶ ἱκετεύω, καὶ τούτων
παρ’ ὑμῶν τυγχάνειν ἀξιῶ· οὐ γὰρ περὶ μικρῶν κινδυνεύ-
ομεν, ἀλλὰ περὶ τῶν ὄντων ἁπάντων.
|