ΙΣΟΚΡΑΤΗΣ, ΠΡΟΣ ΝΙΚΟΚΛΕΑ 2.27-29
(Απόσπασμα από την ενότητα ΙΣΟΚΡ 2.27-35)
[27 ] Φίλους κτῶ μὴ πάντας τοὺς βουλομένους, ἀλλὰ
τοὺς τῆς σῆς φύσεως ἀξίους ὄντας, μηδὲ μεθ' ὧν ἥδιστα
συνδιατρίψεις, ἀλλὰ μεθ' ὧν ἄριστα τὴν πόλιν διοικήσεις.
ἀκριβεῖς ποιοῦ τὰς δοκιμασίας τῶν συνόντων, εἰδὼς ὅτι
πάντες οἱ μή σοι πλησιάσαντες ὅμοιόν σε τοῖς χρωμένοις
εἶναι νομιοῦσιν. τοιούτους ἐφίστη τοῖς πράγμασιν τοῖς μὴ
διὰ σοῦ γιγνομένοις, ὡς αὐτὸς τὰς αἰτίας ἕξων ὧν ἂν ἐκεῖνοι
πράξωσιν. [28 ] πιστοὺς ἡγοῦ μὴ τοὺς ἅπαν ὅ τι ἂν λέγῃς ἢ
ποιῇς ἐπαινοῦντας, ἀλλὰ τοὺς τοῖς ἁμαρτανομένοις ἐπιτι-
μῶντας. δίδου παρρησίαν τοῖς εὖ φρονοῦσιν, ἵνα περὶ ὧν
ἂν ἀμφιγνοῇς, ἔχῃς τοὺς συνδοκιμάσοντας. διόρα καὶ τοὺς
τέχνῃ κολακεύοντας καὶ τοὺς μετ' εὐνοίας θεραπεύοντας,
ἵνα μὴ πλέον οἱ πονηροὶ τῶν χρηστῶν ἔχωσιν. ἄκουε τοὺς
λόγους τοὺς περὶ ἀλλήλων, καὶ πειρῶ γνωρίζειν ἅμα τούς
τε λέγοντας, ὁποῖοί τινές εἰσι, καὶ περὶ ὧν ἂν λέγωσιν.
[29 ] ταῖς αὐταῖς κόλαζε ζημίαις τοὺς ψευδῶς διαβάλλοντας,
αἷσπερ τοὺς ἐξαμαρτάνοντας.