Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 6.3.1–6.3.9

(ΞΕΝ Ελλ 6.3.1–6.3.20: Αθηναίοι και Σπαρτιάτες υπογράφουν ειρήνη το 371 π.Χ.) Απόφαση για αποστολή αθηναϊκής πρεσβείας στη Σπάρτη – Ο λόγος του Καλλία – Ο λόγος του Αυτοκλή
Οι Θηβαίοι αποτίναξαν τον σπαρτιατικό ζυγό το 379 π.Χ. Παράλληλα, στα χρόνια που ακολούθησαν ουσιαστικά έπαψαν να είναι σύμμαχοι των Αθηναίων, ενώ άρχισαν να επεμβαίνουν στα εσωτερικά ζητήματα των υπόλοιπων βοιωτικών πόλεων, κάποιες από τις οποίες κατέλαβαν. Έτσι άρχισε να αναγεννάται το Κοινό των Βοιωτών. Οι Αθηναίοι, θορυβημένοι από τις ενέργειες των Θηβαίων και εξαντλημένοι οικονομικά από τις επιχειρήσεις του στόλου τους στο Ιόνιο, στέλνουν αντιπροσωπεία στη Σπάρτη, για να κλείσει ειρήνη. Εκεί παρευρίσκονται και Θηβαίοι απεσταλμένοι.

    [6.3.1] Οἱ δὲ Ἀθηναῖοι, ἐκπεπτωκότας μὲν ὁρῶντες ἐκ τῆς
Βοιωτίας Πλαταιᾶς, φίλους ὄντας, καὶ καταπεφευγότας
πρὸς αὑτούς, ἱκετεύοντας δὲ Θεσπιᾶς μὴ σφᾶς περιιδεῖν
ἀπόλιδας γενομένους, οὐκέτι ἐπῄνουν τοὺς Θηβαίους, ἀλλὰ
πολεμεῖν μὲν αὐτοῖς τὰ μὲν ᾐσχύνοντο, τὰ δὲ ἀσυμφόρως
ἔχειν ἐλογίζοντο· κοινωνεῖν γε μὴν αὐτοῖς ὧν ἔπραττον
οὐκέτι ἤθελον, ἐπεὶ ἑώρων στρατεύοντάς τε αὐτοὺς ἐπὶ
φίλους ἀρχαίους τῇ πόλει φωκέας, καὶ πόλεις πιστάς τ’ ἐν
τῷ πρὸς τὸν βάρβαρον πολέμῳ καὶ φίλας ἑαυτοῖς ἀφανί-
ζοντας. [6.3.2] ἐκ τούτων δὲ ψηφισάμενος ὁ δῆμος εἰρήνην
ποιεῖσθαι, πρῶτον μὲν εἰς Θήβας πρέσβεις ἔπεμψε παρα-
καλοῦντας ἀκολουθεῖν, εἰ βούλοιντο, εἰς Λακεδαίμονα περὶ
εἰρήνης· ἔπειτα δὲ ἐξέπεμψαν καὶ αὐτοὶ πρέσβεις. ἦν δὲ
τῶν αἱρεθέντων Καλλίας Ἱππονίκου, Αὐτοκλῆς Στρομβιχίδου,
Δημόστρατος Ἀριστοφῶντος, Ἀριστοκλῆς, Κηφισόδοτος,
Μελάνωπος, Λύκαιθος. [6.3.3] [ἐπεὶ δὲ προσῆλθον ἐπὶ τοὺς ἐκκλή-
τους τε τῶν Λακεδαιμονίων καὶ τοὺς συμμάχους·] <καὶ>
Καλλίστρατος δὲ ὁ δημηγόρος παρῆν· ὑποσχόμενος γὰρ
Ἰφικράτει, εἰ αὐτὸν ἀφείη, ἢ χρήματα πέμψειν τῷ ναυτικῷ
ἢ εἰρήνην ποιήσειν, οὕτως Ἀθήνησί τε ἦν καὶ ἔπραττε περὶ
εἰρήνης· ἐπεὶ δὲ κατέστησαν ἐπὶ τοὺς ἐκκλήτους τε τῶν
Λακεδαιμονίων καὶ τοὺς συμμάχους, πρῶτος ἔλεξεν αὐτῶν
Καλλίας ὁ δᾳδοῦχος. ἦν δ’ οὗτος οἷος μηδὲν ἧττον ἥδεσθαι
ὑφ’ αὑτοῦ ἢ ὑπ’ ἄλλων ἐπαινούμενος· καὶ τότε δὴ ἤρξατο
ὧδέ πως.

    [6.3.4] Ὦ ἄνδρες Λακεδαιμόνιοι, τὴν μὲν προξενίαν ὑμῶν οὐκ
ἐγὼ μόνος, ἀλλὰ καὶ πατρὸς πατὴρ πατρῴαν ἔχων παρεδίδου
τῷ γένει. βούλομαι δὲ καὶ τοῦτο ὑμῖν δηλῶσαι, ὡς ἔχουσα
ἡ πόλις διατελεῖ πρὸς ἡμᾶς. ἐκείνη γάρ, ὅταν μὲν πόλε-
μος ᾖ, στρατηγοὺς ἡμᾶς αἱρεῖται, ὅταν δὲ ἡσυχίας ἐπιθυ-
μήσῃ, εἰρηνοποιοὺς ἡμᾶς ἐκπέμπει. κἀγὼ πρόσθεν δὶς ἤδη
ἦλθον περὶ πολέμου καταλύσεως, καὶ ἐν ἀμφοτέραις ταῖς
πρεσβείαις διεπραξάμην καὶ ὑμῖν καὶ ἡμῖν εἰρήνην· νῦν δὲ
τρίτον ἥκω, καὶ ἡγοῦμαι πολὺ δικαιότατα νῦν ἂν διαλλαγῆς
τυχεῖν. [6.3.5] ὁρῶ γὰρ οὐκ ἄλλα μὲν ὑμῖν, ἄλλα δὲ ἡμῖν δο-
κοῦντα, ἀλλ’ ὑμᾶς τε ἀχθομένους καὶ ἡμᾶς τῇ Πλαταιῶν
καὶ Θεσπιῶν ἀναιρέσει. πῶς οὖν οὐκ εἰκὸς τὰ αὐτὰ γιγ-
νώσκοντας φίλους μᾶλλον ἀλλήλοις ἢ πολεμίους εἶναι; καὶ
σωφρόνων μὲν δήπου ἐστὶ μηδὲ εἰ μικρὰ τὰ διαφέροντα εἴη
πόλεμον ἀναιρεῖσθαι· εἰ δὲ δὴ καὶ ὁμογνωμονοῖμεν, οὐκ ἂν
πάνυ τῶν θαυμαστῶν εἴη μὴ εἰρήνην ποιεῖσθαι; [6.3.6] δίκαιον μὲν
οὖν ἦν μηδὲ ὅπλα ἐπιφέρειν ἀλλήλοις ἡμᾶς, ἐπεὶ λέγεται
μὲν Τριπτόλεμος ὁ ἡμέτερος πρόγονος τὰ Δήμητρος καὶ
Κόρης ἄρρητα ἱερὰ πρώτοις ξένοις δεῖξαι Ἡρακλεῖ τε τῷ
ὑμετέρῳ ἀρχηγέτῃ καὶ Διοσκούροιν τοῖν ὑμετέροιν πολίταιν,
καὶ τοῦ Δήμητρος δὲ καρποῦ εἰς πρώτην τὴν Πελοπόννησον
σπέρμα δωρήσασθαι. πῶς οὖν δίκαιον ἢ ὑμᾶς, παρ’ ὧν
ἐλάβετε σπέρματα, τὸν τούτων ποτὲ καρπὸν ἐλθεῖν δῃώσον-
τας, ἡμᾶς τε, οἷς ἐδώκαμεν, μὴ οὐχὶ βούλεσθαι ὡς πλείστην
τούτοις ἀφθονίαν τροφῆς γενέσθαι; εἰ δὲ ἄρα ἐκ θεῶν πε-
πρωμένον ἐστὶ πολέμους ἐν ἀνθρώποις γίγνεσθαι, ἡμᾶς δὲ
χρὴ ἄρχεσθαι μὲν αὐτοῦ ὡς σχολαίτατα, ὅταν δὲ γένηται,
καταλύεσθαι ᾗ δυνατὸν τάχιστα.

    [6.3.7] Μετὰ τοῦτον Αὐτοκλῆς, μάλα δοκῶν ἐπιστρεφὴς εἶναι
ῥήτωρ, ὧδε ἠγόρευεν· Ἄνδρες Λακεδαιμόνιοι, ὅτι μὲν ἃ
μέλλω λέγειν οὐ πρὸς χάριν ὑμῖν ῥηθήσεται οὐκ ἀγνοῶ·
ἀλλὰ δοκεῖ μοι, οἵτινες βούλονται, ἣν ἂν ποιήσωνται φιλίαν,
ταύτην ὡς πλεῖστον χρόνον διαμένειν, διδακτέον εἶναι ἀλλή-
λους τὰ αἴτια τῶν πολέμων. ὑμεῖς δὲ ἀεὶ μέν φατε· αὐτο-
νόμους τὰς πόλεις χρὴ εἶναι, αὐτοὶ δ’ ἐστὲ μάλιστα ἐμποδὼν
τῇ αὐτονομίᾳ. συντίθεσθε μὲν γὰρ πρὸς τὰς συμμαχίδας
πόλεις τοῦτο πρῶτον, ἀκολουθεῖν ὅποι ἂν ὑμεῖς ἡγῆσθε.
[6.3.8] καίτοι τί τοῦτο αὐτονομίᾳ προσήκει; ποιεῖσθε δὲ πολεμίους
οὐκ ἀνακοινούμενοι τοῖς συμμάχοις, καὶ ἐπὶ τούτους ἡγεῖσθε·
ὥστε πολλάκις ἐπὶ τοὺς εὐμενεστάτους ἀναγκάζονται στρα-
τεύειν οἱ λεγόμενοι αὐτόνομοι εἶναι. ἔτι δὲ τὸ πάντων
ἐναντιώτατον αὐτονομίᾳ, καθίστατε ἔνθα μὲν δεκαρχίας,
ἔνθα δὲ τριακονταρχίας· καὶ τούτων τῶν ἀρχόντων ἐπιμε-
λεῖσθε οὐχ ὅπως νομίμως ἄρχωσιν, ἀλλ’ ὅπως δύνωνται βίᾳ
κατέχειν τὰς πόλεις. ὥστ’ ἐοίκατε τυραννίσι μᾶλλον ἢ
πολιτείαις ἡδόμενοι. [6.3.9] καὶ ὅτε μὲν βασιλεὺς προσέταττεν
αὐτονόμους τὰς πόλεις εἶναι, μάλα γιγνώσκοντες ἐφαίνεσθε
ὅτι εἰ μὴ ἐάσοιεν οἱ Θηβαῖοι ἑκάστην τῶν πόλεων ἄρχειν
τε ἑαυτῆς καὶ οἷς ἂν βούληται νόμοις χρῆσθαι, οὐ ποιή-
σουσι κατὰ τὰ βασιλέως γράμματα· ἐπεὶ δὲ παρελάβετε
τὴν Καδμείαν, οὐδ’ αὐτοῖς Θηβαίοις ἐπετρέπετε αὐτο-
νόμους εἶναι. δεῖ δὲ τοὺς μέλλοντας φίλους ἔσεσθαι
οὐ παρὰ τῶν ἄλλων μὲν ἀξιοῦν τῶν δικαίων τυγχάνειν,
αὐτοὺς δὲ ὅπως ἂν πλεῖστα δύνωνται πλεονεκτοῦντας
φαίνεσθαι.