Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΛΑΤΑΪΚΟΣ

ΙΣΟΚΡ 14.1–6

Προοίμιον: επιζητώντας την εύνοια των Αθηναίων – Έκκληση για παροχή βοήθειας
Βρισκόμαστε στα 374/3 π.Χ., εποχή ακμής της Θήβας. Αν και σύμμαχοι με τους Αθηναίους, οι Θηβαίοι θέλησαν να προλάβουν τη συμμαχία των Πλαταιών με την Αθήνα. Έτσι, επιτέθηκαν εναντίον της γειτονικής τους πόλης, την κατέστρεψαν και ανάγκασαν τους κατοίκους της να την εγκαταλείψουν. Ομιλητής είναι ένας ανώνυμος κάτοικος των Πλαταιών, που ζητά την αρωγή των Αθηναίων προς την πατρίδα του.

    [1] Εἰδότες ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τοῖς ἀδικουμέ-
νοις προθύμως βοηθεῖν εἰθισμένους καὶ τοῖς εὐεργέταις
μεγίστην χάριν ἀποδιδόντας, ἥκομεν ἱκετεύσοντες μὴ
περιιδεῖν ἡμᾶς εἰρήνης οὔσης ἀναστάτους ὑπὸ Θηβαίων
γεγενημένους. πολλῶν δ’ ἤδη πρὸς ὑμᾶς καταφυγόντων
καὶ διαπραξαμένων ἅπανθ’ ὅσων ἐδεήθησαν, ἡγούμεθα
μάλισθ’ ὑμῖν προσήκειν περὶ τῆς ἡμετέρας πόλεως ποιήσα-
σθαι πρόνοιαν· [2] οὔτε γὰρ ἂν ἀδικώτερον οὐδένας
ἡμῶν εὕροιτε τηλικαύταις συμφοραῖς περιπεπτωκότας, οὔτ’
ἐκ πλείονος χρόνου πρὸς τὴν ὑμετέραν πόλιν οἰκειότερον
διακειμένους. ἔτι δὲ τοιούτων δεησόμενοι πάρεσμεν ἐν
οἷς κίνδυνος μὲν οὐδεὶς ἔνεστιν, ἅπαντες δ’ ἄνθρωποι
νομιοῦσιν ὑμᾶς πειθομένους ὁσιωτάτους καὶ δικαιοτάτους
εἶναι τῶν Ἑλλήνων.

    [3] Εἰ μὲν οὖν μὴ Θηβαίους ἑωρῶμεν ἐκ παντὸς τρόπου
παρεσκευασμένους πείθειν ὑμᾶς, ὡς οὐδὲν εἰς ἡμᾶς ἐξη-
μαρτήκασι, διὰ βραχέων ἂν ἐποιησάμεθα τοὺς λόγους·
ἐπειδὴ δ’ εἰς τοῦθ’ ἥκομεν ἀτυχίας ὥστε μὴ μόνον ἡμῖν
εἶναι τὸν ἀγῶνα πρὸς τούτους, ἀλλὰ καὶ τῶν ῥητόρων πρὸς
τοὺς δυνατωτάτους, οὓς ἀπὸ τῶν ἡμετέρων αὑτοῖς οὗτοι
παρεσκευάσαντο συνηγόρους, ἀναγκαῖον διὰ μακροτέρων
δηλῶσαι περὶ αὐτῶν.

    [4] Χαλεπὸν μὲν οὖν μηδὲν καταδεέστερον εἰπεῖν ὧν
πεπόνθαμεν· ποῖος γὰρ ἂν λόγος ἐξισωθείη ταῖς ἡμετέραις
δυσπραξίαις, ἢ τίς ἂν ῥήτωρ ἱκανὸς γένοιτο κατηγορῆσαι
τῶν Θηβαίοις ἡμαρτημένων; ὅμως δὲ πειρατέον οὕτως
ὅπως ἂν δυνώμεθα φανερὰν καταστῆσαι τὴν τούτων παρα-
νομίαν. [5] πολὺ δὲ μάλιστ’ ἀγανακτοῦμεν ὅτι τοσούτου
δέομεν τῶν ἴσων ἀξιοῦσθαι τοῖς ἄλλοις Ἕλλησιν, ὥστ’
εἰρήνης οὔσης καὶ συνθηκῶν γεγενημένων οὐχ ὅπως τῆς
κοινῆς ἐλευθερίας μετέχομεν, ἀλλ’ οὐδὲ δουλείας μετρίας
τυχεῖν ἠξιώθημεν.

    [6] Δεόμεθ’ οὖν ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, μετ’ εὐνοίας
ἀκροάσασθαι τῶν λεγομένων, ἐνθυμηθέντας ὅτι πάντων ἂν
ἡμῖν ἀλογώτατον εἴη συμβεβηκός, εἰ τοῖς μὲν ἅπαντα τὸν
χρόνον δυσμενῶς πρὸς τὴν πόλιν ὑμῶν διακειμένοις αἴτιοι
γεγένησθε τῆς ἐλευθερίας, ἡμεῖς δὲ μηδ’ ἱκετεύοντες ὑμᾶς
τῶν αὐτῶν τοῖς ἐχθίστοις τύχοιμεν.