[1] Οἱ μὲν εἰωθότες, ὦ Νικόκλεις, τοῖς βασιλεῦσιν ὑμῖν
ἐσθῆτας ἄγειν ἢ χαλκὸν ἢ χρυσὸν εἰργασμένον ἢ τῶν ἄλλων
τι τῶν τοιούτων κτημάτων, ὧν αὐτοὶ μὲν ἐνδεεῖς εἰσιν
ὑμεῖς δὲ πλουτεῖτε, λίαν ἔδοξαν εἶναί μοι καταφανεῖς οὐ
δόσιν ἀλλ’ ἐμπορίαν ποιούμενοι, καὶ πολὺ τεχνικώτερον
αὐτὰ πωλοῦντες τῶν ὁμολογούντων καπηλεύειν· [2] ἡγη-
σάμην δ’ ἂν γενέσθαι ταύτην καλλίστην δωρεὰν καὶ χρησι-
μωτάτην καὶ μάλιστα πρέπουσαν ἐμοί τε δοῦναι καὶ σοὶ
λαβεῖν, εἰ δυνηθείην ὁρίσαι ποίων ἐπιτηδευμάτων ὀρεγόμε-
νος καὶ τίνων ἀπεχόμενος ἄριστ’ ἂν καὶ τὴν πόλιν καὶ τὴν
βασιλείαν διοικοίης.
Τοὺς μὲν γὰρ ἰδιώτας ἐστὶ πολλὰ τὰ παιδεύοντα,
μάλιστα μὲν τὸ μὴ τρυφᾶν ἀλλ’ ἀναγκάζεσθαι περὶ τοῦ
βίου καθ’ ἑκάστην τὴν ἡμέραν βουλεύεσθαι, [3] ἔπειθ’ οἱ
νόμοι καθ’ οὓς ἕκαστοι πολιτευόμενοι τυγχάνουσιν, ἔτι
δ’ ἡ παρρησία καὶ τὸ φανερῶς ἐξεῖναι τοῖς τε φίλοις ἐπι-
πλῆξαι καὶ τοῖς ἐχθροῖς ἐπιθέσθαι ταῖς ἀλλήλων ἁμαρ-
τίαις· πρὸς δὲ τούτοις καὶ τῶν ποιητῶν τινες τῶν προγεγε-
νημένων ὑποθήκας ὡς χρὴ ζῆν καταλελοίπασιν· ὥστ’ ἐξ
ἁπάντων τούτων εἰκὸς αὐτοὺς βελτίους γίγνεσθαι. [4] τοῖς
δὲ τυράννοις οὐδὲν ὑπάρχει τοιοῦτον, ἀλλ’ οὓς ἔδει παιδεύ-
εσθαι μᾶλλον τῶν ἄλλων, ἐπειδὰν εἰς τὴν ἀρχὴν καταστῶ-
σιν, ἀνουθέτητοι διατελοῦσιν· οἱ μὲν γὰρ πλεῖστοι τῶν ἀν-
θρώπων αὐτοῖς οὐ πλησιάζουσιν, οἱ δὲ συνόντες πρὸς χάριν
ὁμιλοῦσι. καὶ γάρ τοι κύριοι γιγνόμενοι καὶ χρημάτων
πλείστων καὶ πραγμάτων μεγίστων, διὰ τὸ μὴ καλῶς χρῆ-
σθαι ταύταις ταῖς ἀφορμαῖς πεποιήκασιν ὥστε πολλοὺς
ἀμφισβητεῖν, πότερόν ἐστιν ἄξιον ἑλέσθαι τὸν βίον τὸν
τῶν ἰδιωτευόντων μὲν ἐπιεικῶς δὲ πραττόντων, ἢ τὸν τῶν
τυραννευόντων. [5] ὅταν μὲν γὰρ ἀποβλέψωσιν εἰς τὰς
τιμὰς καὶ τοὺς πλούτους καὶ τὰς δυναστείας, ἰσοθέους
ἅπαντες νομίζουσι τοὺς ἐν ταῖς μοναρχίαις ὄντας· ἐπειδὰν
δ’ ἐνθυμηθῶσιν τοὺς φόβους καὶ τοὺς κινδύνους, καὶ δι-
εξιόντες ὁρῶσι τοὺς μὲν ὑφ’ ὧν ἥκιστα χρῆν διεφθαρμέ-
νους, τοὺς δ’ εἰς τοὺς οἰκειοτάτους ἐξαμαρτεῖν ἠναγκασμέ-
νους, τοῖς δ’ ἀμφότερα ταῦτα συμβεβηκότα, πάλιν ὁπωσοῦν
ζῆν ἡγοῦνται λυσιτελεῖν μᾶλλον ἢ μετὰ τοιούτων συμφορῶν
ἁπάσης τῆς Ἀσίας βασιλεύειν. [6] ταύτης δὲ τῆς ἀνωμαλίας
καὶ τῆς ταραχῆς αἴτιόν ἐστιν, ὅτι τὴν βασιλείαν ὥσπερ
ἱερωσύνην παντὸς ἀνδρὸς εἶναι νομίζουσιν, ὃ τῶν ἀνθρω-
πίνων πραγμάτων μέγιστόν ἐστι καὶ πλείστης προνοίας
δεόμενον.
Καθ’ ἑκάστην μὲν οὖν τὴν πρᾶξιν, ἐξ ὧν ἄν τις μάλι-
στα δύναιτο κατὰ τρόπον διοικεῖν καὶ τὰ μὲν ἀγαθὰ διαφυ-
λάττειν τὰς δὲ συμφορὰς διαφεύγειν, τῶν ἀεὶ παρόντων
ἔργον ἐστὶ συμβουλεύειν· καθ’ ὅλων δὲ τῶν ἐπιτηδευμάτων,
ὧν χρὴ στοχάζεσθαι καὶ περὶ ἃ δεῖ διατρίβειν, ἐγὼ πειρά-
σομαι διελθεῖν. [7] εἰ μὲν οὖν ἔσται τὸ δῶρον ἐξεργα-
σθὲν ἄξιον τῆς ὑποθέσεως, χαλεπὸν ἀπὸ τῆς ἀρχῆς συνι-
δεῖν· πολλὰ γὰρ καὶ τῶν μετὰ μέτρου ποιημάτων καὶ τῶν
καταλογάδην συγγραμμάτων ἔτι μὲν ἐν ταῖς διανοίαις ὄντα
τῶν συντιθέντων μεγάλας τὰς προσδοκίας παρέσχεν, ἐπιτε-
λεσθέντα δὲ καὶ τοῖς ἄλλοις ἐπιδειχθέντα πολὺ καταδεε-
στέραν τὴν δόξαν τῆς ἐλπίδος ἔλαβεν. [8] οὐ μὴν ἀλλὰ τό
γ’ ἐπιχείρημα καλῶς ἔχει, τὸ ζητεῖν τὰ παραλελειμμένα
καὶ νομοθετεῖν ταῖς μοναρχίαις· οἱ μὲν γὰρ τοὺς ἰδιώτας
παιδεύοντες ἐκείνους μόνον ὠφελοῦσιν· εἰ δέ τις τοὺς κρα-
τοῦντας τοῦ πλήθους ἐπ’ ἀρετὴν προτρέψειεν, ἀμφοτέρους
ἂν ὀνήσειε, καὶ τοὺς τὰς δυναστείας ἔχοντας καὶ τοὺς
ὑπ’ αὐτοῖς ὄντας· τοῖς μὲν γὰρ ἂν τὰς ἀρχὰς ἀσφαλεστέ-
ρας, τοῖς δὲ τὰς πολιτείας πραοτέρας ποιήσειεν.
|