[177] Ἐπεὶ δὲ στεφάνων ἀνεμνήσθην καὶ δωρεῶν, ἕως ἔτι
μέμνημαι, προλέγω ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὴ κατα-
λύσετε τὰς ἀφθόνους ταύτας δωρεὰς καὶ τοὺς εἰκῇ διδο-
μένους στεφάνους, οὔθ’ οἱ τιμώμενοι χάριν ὑμῖν εἴσονται,
οὔτε τὰ τῆς πόλεως πράγματα ἐπανορθωθήσεται· τοὺς
μὲν γὰρ πονηροὺς οὐ μή ποτε βελτίους ποιήσετε, τοὺς δὲ
χρηστοὺς εἰς τὴν ἐσχάτην ἀθυμίαν ἐμβαλεῖτε. ὅτι δ’
ἀληθῆ λέγω, μεγάλα τούτων οἶμαι σημεῖα δείξειν ὑμῖν.
[178] Εἰ γάρ τις ὑμᾶς ἐρωτήσειε, πότερον ὑμῖν ἐνδοξοτέρα
δοκεῖ ἡ πόλις εἶναι ἐπὶ τῶν νυνὶ καιρῶν ἢ ἐπὶ τῶν προ-
γόνων, ἅπαντες ἂν ὁμολογήσαιτε, ἐπὶ τῶν προγόνων.
ἄνδρες δὲ πότερον τότε ἀμείνους ἦσαν ἢ νυνί; τότε μὲν
διαφέροντες, νυνὶ δὲ πολλῷ καταδεέστεροι. δωρεαὶ δὲ
καὶ στέφανοι καὶ κηρύγματα καὶ σιτήσεις ἐν πρυτανείῳ
πότερα τότε ἦσαν πλείους ἢ νυνί; τότε μὲν ἦν σπάνια τὰ
καλὰ παρ’ ἡμῖν, καὶ τὸ τῆς ἀρετῆς ὄνομα τίμιον· νυνὶ δ’
ἤδη καταπέπλυται τὸ πρᾶγμα, καὶ τὸ στεφανοῦν ἐξ ἔθους,
ἀλλ’ οὐκ ἐκ προνοίας, ποιεῖσθε. [179] οὐκ οὖν ἄτοπον οὑτωσὶ
διαλογιζομένοις, τὰς μὲν δωρεὰς νυνὶ πλείους εἶναι, τὰ δὲ
πράγματα τὰ τῆς πόλεως τότε μᾶλλον ἰσχύειν, καὶ τοὺς
ἄνδρας νῦν μὲν χείρους εἶναι, τότε δ’ ἀμείνους; ἐγὼ δὲ
τοῦθ’ ὑμᾶς ἐπιχειρήσω διδάσκειν. οἴεσθ’ ἄν ποτε, ὦ ἄν-
δρες Ἀθηναῖοι, ἐθελῆσαί τινα ἐπασκεῖν εἰς τὰ Ὀλύμπια,
ἢ ἄλλον τινὰ τῶν στεφανιτῶν ἀγώνων, παγκράτιον ἢ καὶ
ἄλλο τι τῶν βαρυτέρων ἄθλων, εἰ ὁ στέφανος ἐδίδοτο
μὴ τῷ κρατίστῳ, ἀλλὰ τῷ διαπραξαμένῳ; οὐδεὶς ἄν ποτ’
ἠθέλησεν. [180] νῦν δ’ οἶμαι διὰ τὸ σπάνιον καὶ τὸ περιμάχητον
καὶ τὸ καλὸν καὶ τὸ ἀείμνηστον ἐκ τῆς νίκης ἐθέλουσίν
τινες τὰ σώματα παραθέμενοι καὶ τὰς μεγίστας ταλαι-
πωρίας ὑπομείναντες διακινδυνεύειν. ὑπολάβετε τοίνυν
ὑμᾶς αὐτοὺς εἶναι ἀγωνοθέτας πολιτικῆς ἀρετῆς, κἀκεῖνο
ἐκλογίσασθε, ὅτι, ἐὰν μὲν τὰς δωρεὰς ὀλίγοις καὶ ἀξίοις
καὶ κατὰ τοὺς νόμους διδῶτε, πολλοὺς ἀγωνιστὰς ἕξετε
τῆς ἀρετῆς, ἂν δὲ τῷ βουλομένῳ καὶ τοῖς διαπραξαμένοις
χαρίζησθε, καὶ τὰς ἐπιεικεῖς φύσεις διαφθερεῖτε.
[181] Ὅτι δὲ ὀρθῶς λέγω, ἔτι μικρῷ σαφέστερον ὑμᾶς
βούλομαι διδάξαι. πότερον ὑμῖν ἀμείνων ἀνὴρ εἶναι δοκεῖ
Θεμιστοκλῆς, ὁ στρατηγήσας ὅτ’ ἐν τῇ περὶ Σαλαμῖνα
ναυμαχίᾳ τὸν Πέρσην ἐνικᾶτε, ἢ Δημοσθένης, ὁ νυνὶ τὴν
τάξιν λιπών; Μιλτιάδης δέ, ὁ τὴν ἐν Μαραθῶνι μάχην
νικήσας, ἢ οὗτος; ἔτι δ’ οἱ ἀπὸ Φυλῆς φεύγοντα τὸν δῆμον
καταγαγόντες; Ἀριστείδης δ’ ὁ δίκαιος, ὁ τὴν ἀνόμοιον
ἔχων ἐπωνυμίαν Δημοσθένει; [182] ἀλλ’ ἔγωγε μὰ τοὺς θεοὺς
τοὺς Ὀλυμπίους οὐδ’ ἐν ταῖς αὐταῖς ἡμέραις ἄξιον ἡγοῦ-
μαι μεμνῆσθαι τοῦ θηρίου τούτου κἀκείνων τῶν ἀνδρῶν.
ἐπιδειξάτω τοίνυν Δημοσθένης εἴ που γέγραπταί τινα
τούτων τῶν ἀνδρῶν στεφανῶσαι. ἀχάριστος ἄρ’ ἦν ὁ
δῆμος; οὔκ, ἀλλὰ μεγαλόφρων, κἀκεῖνοί γε τῆς πόλεως
ἄξιοι· οὐ γὰρ ᾤοντο δεῖν ἐν τοῖς γράμμασι τιμᾶσθαι,
ἀλλ’ ἐν τῇ μνήμῃ τῶν εὖ πεπονθότων, ἣ ἀπ’ ἐκείνου
τοῦ χρόνου μέχρι τῆσδε τῆς ἡμέρας ἀθάνατος οὖσα δια-
μένει.
|