Θέματα ιστορίας της ελληνικής γλώσσας 

Για μια ιστορία του ελληνικού λεξιλογίου 

Henri Tonnet (2007) 


Ἀναγινώσκω δὲ μεθ' ὅτι πλείστης ἡδονῆς τὰ περὶ πολιτείας καὶ νόμων τοῦ Πλάτωνος, διά τε τὴν ἐμμέλειαν καὶ ἡδύτητα τῆς ἀπαγγελίας, καὶ διὰ τὴν μετὰ πολλῆς ἐμβριθείας δι' ὅλου τοῦ ὕφους τῶν λόγων ἐπαν|θοῦσαν φρόνησιν, θαυμάζων καὶ τὴν πρὸς Ὅμηρον ἐπιδέξιον τοῦ φιλοσόφου μίμησιν, καίτοι γε ἐρίῳ στέψαντος και ἀποπέμψαντος αὐτὸν τῆς πολιτείας.
 

 
Ἀλλ' ἔδει τοὺς τοιούτους, ἐπειδὰν ἐθέλωσι καλλωπίζεσθαι εἰς μίμησιν ἀρχαίας ἀρετῆς, ἐν ὅλῳ τῷ ὕφει τοῦ βίου ἀποδιδόναι λαμπρὰς τὰς εἰκόνας τῶν πρωτοτύπων, χρημάτων ὀλιγωροῦντας, δαψιλῶς εὖ ποιοῦντας, δικαίοις μόνον πολέμοις ἐπιβάλλοντας, καὶ πρὸς τὸ ἀντίπαλον αὐτὸ μὴ παραχαράττοντας τὰ καθήκοντα, καὶ ξυνῳδὰ θείοις τε ἀνθρωπίνοις νόμοις …

Τελευταία Ενημέρωση: 16 Ιούν 2010, 10:50