Ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει·
«ὅστις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα,
δραπετίδας ἐμός ἐστιν, ὁ μανύσας γέρας ἕξει·
μισθός τοι τὸ φίλαμα τὸ Κύπριδος· ἢν δ᾽ ἀγάγῃς νιν,
5οὐ γυμνὸν τὸ φίλαμα, τι δ᾽, ὦ ξένε, καὶ πλέον ἕξεις.
ἔστι δ᾽ ὁ παῖς περίσαμος· ἐν εἴκοσι πᾶσι μάθοις νιν.
χρῶτα μὲν οὐ λευκός, πυρὶ δ᾽ εἴκελος· ὄμματα δ᾽ αὐτῷ
δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα·
οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά,
10ὡς δὲ χολὰ νόος ἐστίν, ἀνάμερος, ἠπεροπευτάς,
οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδων.
εὐπλόκαμον τὸ κάρανον, ἔχει δ᾽ ἰταμὸν τὸ μέτωπον.
μικύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει,
βάλλει κεἰς Ἀχέροντα καὶ εἰς Ἀΐδεω βασίλεια.
15γυμνὸς ὅλος τό γε σῶμα, νόος δέ οἱ εὖ πεπύκασται.
καὶ πτερόεις ὡς ὄρνις ἐφίπταται ἄλλον ἐπ᾽ ἄλλῳ,
ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται.
τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον·
τυτθὸν μὲν τὸ βέλεμνον, ἐς αἰθέρα δ᾽ ἄχρι φορεῖται.
20καὶ χρύσεον περὶ νῶτα φαρέτριον, ἔνδοθι δ᾽ ἐντί
τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει.
πάντα μὲν ἄγρια ταῦτα, πολὺ πλέον ἁ δαῒς αὐτῶ·
βαιὰ λαμπὰς ἐοῖσα τὸν Ἅλιον αὐτὸν ἀναίθει.
ἢν τύ γ᾽ ἕλῃς τῆνον, δήσας ἄγε μηδ᾽ ἐλεήσῃς,
25κἢν ποτίδῃς κλαίοντα, φυλάσσεο μή σε πλανάσῃ·
κἢν γελάῃ, τύ νιν ἕλκε. καὶ ἢν ἐθέλῃ σε φιλᾶσαι,
φεῦγε· κακὸν τὸ φίλαμα, τὰ χείλεα φάρμακον ἐντί.
ἢν δὲ λέγῃ· “λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα”,
μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γὰρ πυρὶ πάντα βέβαπται.»
|