Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (1.1-1.67)


Ραψωδία Α


Μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος
οὐλομένην, ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε,
πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
οἰωνοῖσί τε πᾶσι, Διὸς δ᾽ ἐτελείετο βουλή, 5
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
Τίς τ᾽ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
Λητοῦς καὶ Διὸς υἱός· ὁ γὰρ βασιλῆϊ χολωθεὶς
νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί, 10
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
Ἀτρεΐδης· ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα,
στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, 15
Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·
«Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ᾽ ἔχοντες
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ᾽ οἴκαδ᾽ ἱκέσθαι·
παῖδα δ᾽ ἐμοὶ λύσαιτε φίλην, τὰ δ᾽ ἄποινα δέχεσθαι, 20
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.»
Ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
αἰδεῖσθαί θ᾽ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
25 ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε·
«μή σε, γέρον, κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
ἢ νῦν δηθύνοντ᾽ ἢ ὕστερον αὖτις ἰόντα,
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
τὴν δ᾽ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν
ἡμετέρῳ ἐνὶ οἴκῳ, ἐν Ἄργεϊ, τηλόθι πάτρης 30
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·
ἀλλ᾽ ἴθι, μή μ᾽ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι.»
Ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ ὁ γέρων καὶ ἐπείθετο μύθῳ·
βῆ δ᾽ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·
πολλὰ δ᾽ ἔπειτ᾽ ἀπάνευθε κιὼν ἠρᾶθ᾽ ὁ γεραιὸς 35
Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·
«κλῦθί μευ ἀργυρότοξ᾽, ὃς Χρύσην ἀμφιβέβηκας
Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,
Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ᾽ ἐπὶ νηὸν ἔρεψα,
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾽ ἔκηα 40
ταύρων ἠδ᾽ αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ·
τείσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.»
Ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Φοῖβος Ἀπόλλων,
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
τόξ᾽ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην· 45
ἔκλαγξαν δ᾽ ἄρ᾽ ὀϊστοὶ ἐπ᾽ ὤμων χωομένοιο,
αὐτοῦ κινηθέντος· ὁ δ᾽ ἤϊε νυκτὶ ἐοικώς.
ἕζετ᾽ ἔπειτ᾽ ἀπάνευθε νεῶν, μετὰ δ᾽ ἰὸν ἕηκε·
δεινὴ δὲ κλαγγὴ γένετ᾽ ἀργυρέοιο βιοῖο·
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, 50
αὐτὰρ ἔπειτ᾽ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
βάλλ᾽· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,
τῇ δεκάτῃ δ᾽ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς·
τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη· 55
κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.
οἱ δ᾽ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,
τοῖσι δ᾽ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«Ἀτρεΐδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, 60
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·
ἀλλ᾽ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα,
ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ᾽ ὄναρ ἐκ Διός ἐστιν,
ὅς κ᾽ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
εἴτ᾽ ἄρ᾽ ὅ γ᾽ εὐχωλῆς ἐπιμέμφεται εἴθ᾽ ἑκατόμβης, 65
αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.»


Ραψωδία A

Λοιμός. Μῆνις.

Ψάλλε, θεά, τον τρομερόν θυμόν του Αχιλλέως,
πώς έγινε στους Αχαιούς αρχή πολλών δακρύων·
που ανδράγαθες ροβόλησε πολλές ψυχές στον Άδη
ηρώων, κι έδωκεν αυτούς αρπάγματα των σκύλων
5και των ορνέων — και η βουλή γενόνταν του Κρονίδη,
απ᾽ ότ᾽ εφιλονίκησαν κι εχωρισθήκαν πρώτα
ο Ατρείδης, άρχος των ανδρών, και ο θείος Αχιλλέας.
Και απ᾽ τους θεούς ποιος άναψε την έχθραν μεταξύ τους
Ο Απόλλων, όπου οργίσθηκε του Ατρείδη βασιλέως
10κι έφερε λώβαν στον στρατόν που εθέριζε τα πλήθη,
ότι του εκαταφρόνεσε τον Χρύσην ιερέα.
Στων Αχαιών τα γρήγορα καράβια τούτος ήλθε,
με λύτρα πλουσιοπάροχα την κόρη του να λύσει·
στο χρυσό σκήπτρο τυλικτό του Φοίβου το στεφάνι
15εκράτει, και τους Αχαιούς παρακαλούσεν όλους:
«Ω γενναιόκαρδοι Αχαιοί, ω βασιλείς Ατρείδες,
του Ολύμπου ας κάμουν οι θεοί, την πόλη του Πριάμου
αφού πορθήσετ᾽, ευτυχείς να πάτε στην πατρίδα
αλλ᾽ αποδώσετε σ᾽ εμέ την ποθητήν μου κόρην,
20δεχθείτε αυτά τα λύτρα της, αν τον υιόν του Δία
τον μακροβόλον τοξευτήν Απόλλωνα ευλαβείσθε».
Όλοι αλαλάξαν οι Αχαιοί, κι είπαν τον ιερέα
να σεβασθούν και τα λαμπρά λύτρα δεκτά να γίνουν
μόνος ο Αγαμέμνονας δεν το ᾽στεργεν ο Ατρείδης,
25αλλά κακά τον έδιωχνε και βαρύν λόγον είπε:
«Μη σ᾽ απαντήσω, γέροντα, σιμά στα κοίλα πλοία
ή τώρα εδώ ν᾽ αργοπορείς ή πάλιν να γυρίσεις
και μη θαρρεύεις στου θεού το σκήπτρο και το στέμμα.
Αυτήν δεν θ᾽ απολύσω εγώ· το γήρας θα την έβρει
30στο Άργος μες στο σπίτι μου μακράν απ᾽ την πατρίδα
να υφαίνει αυτού και σύντροφον της κλίνης να την έχω,
Μη μ᾽ ερεθίζεις, σύρ᾽ ευθύς αν θέλεις να μην πάθεις.
Τον λόγον του εφοβήθηκε και υπάκουσεν ο γέρος·
την άκραν πήρε σιωπηλός της ηχερής θαλάσσης
35και όταν ευρέθη ανάμερα, τον γόνον της ωραίας
Λητούς μέγαν Απόλλωνα, θερμά παρακαλούσε:
«Άκουσέ με, αργυρότοξε, της Χρύσης και της θείας
Κίλλας προστάτη, κύριε στην Τένεδο, Σμινθέα,
εάν σου έκτισα ναόν να χαίρεται η καρδιά σου,
40εάν ποτέ σου έκαψα μεριά καλοθρεμμένα
ταύρων κι ερίφων, τούτον μου τον πόθον τελείωσέ μου·
τα βέλη σου στους Δαναούς τα δάκρυά μου ας πλερώσουν».
Ευχήθη και ως τον άκουσεν ο Φοίβος ο Απόλλων,
κατέβη από τες κορυφές του Ολύμπου θυμωμένος,
45με τόξον και μ᾽ ολόκλειστην φᾳρέτραν εις τους ώμους.
Εβρόντησαν επάνω του τα βέλη ως εκινήθη
ο χολωμένος και ώμοιαζε την νύκτα, ως προχωρούσε.
Των πλοίων κάθισε άντικρυ και απόλυσε το βέλος
και αχός εβγήκε τρομερός απ᾽ τ᾽ ασημένιο τόξο·
50και αφού τους σκύλους έπληξε και τα μουλάρια πρώτα,
εις τους ανθρώπους έριχνε τα πικροφόρ᾽ ακόντια
αδιάκοπα· και των νεκρών παντού πυρές εκαίαν.
Τα θεία βέλη στον στρατόν πετούσαν εννιά μέρες,
και την δεκάτην τον λαόν συγκάλεσε ο Πηλείδης,
55ως η θεά τον δίδαξεν η Ήρα η λευκοχέρα,
που εθλίβονταν τους Δαναούς να βλέπει πως πεθαίναν.
Και αφού συνάχθηκε ο λαός εις ένα μέρος όλος,
ο γοργοπόδης Αχιλλεύς σηκώθη και τους είπε·
«Ατρείδη, να γυρίσουμε, θαρρώ, θ᾽ αναγκασθούμε
60στα γονικά μας άπρακτοι, αν δεν πεθάνουμ᾽ όλοι,
αφού μας φθέρνει λοιμική και πόλεμος αντάμα.
Λοιπόν ας ερωτήσωμεν ή μάντιν ή ιερέα
ή ονειροκρίτην —έρχεται και τ᾽ όνειρο απ᾽ τον Δία—
να ειπεί γιατί εχόλωσε τόσο σ᾽ εμάς ο Φοίβος·
65μη κάποιο τάμα του έλειψε, μη του λείψ᾽ εκατόμβη
ίσως, αν του καούν αρνιά και ερίφια διαλεμένα,
θελήσει το θανατικό να διώξει από κοντά μας».