ΛΥΣΙΣΤΡΑΤΗ
Ἀλλ᾽ εἴ τις εἰς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
ἢ ᾽ς Πανὸς ἢ ᾽πὶ Κωλιάδ᾽ εἰς Γενετυλλίδος,
οὐδ᾽ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
νῦν δ᾽ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή·
5πλὴν ἥ γ᾽ ἐμὴ κωμῆτις ἥδ᾽ ἐξέρχεται.
χαῖρ᾽, ὦ Κλεονίκη. ΚΛΕΟΝΙΚΗ. καὶ σύ γ᾽, ὦ Λυσιστράτη.
τί συντετάραξαι; μὴ σκυθρώπαζ᾽, ὦ τέκνον·
οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
ΛΥ. ἀλλ᾽, ὦ Κλεονίκη, κάομαι τὴν καρδίαν,
10καὶ πόλλ᾽ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
εἶναι πανοῦργοι— ΚΛ. καὶ γάρ ἐσμεν νὴ Δία.
ΛΥ. εἰρημένον δ᾽ αὐταῖς ἀπαντᾶν ἐνθάδε
βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
15εὕδουσι κοὐχ ἥκουσιν. ΚΛ. ἀλλ᾽, ὦ φιλτάτη,
ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος.
ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ᾽ ἐκύπτασεν,
ἡ δ᾽ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον
κατέκλινεν, ἡ δ᾽ ἔλουσεν, ἡ δ᾽ ἐψώμισεν.
20ΛΥ. ἀλλ᾽ ἕτερα τἄρ᾽ ἦν τῶνδε προὐργιαίτερα
αὐταῖς. ΚΛ. τί δ᾽ ἐστίν, ὦ φίλη Λυσιστράτη,
ἐφ᾽ ὅ τι ποθ᾽ ἡμᾶς τὰς γυναῖκας ξυγκαλεῖς;
τί τὸ πρᾶγμα; πηλίκον τι; ΛΥ. μέγα. ΚΛ. μῶν καὶ παχύ;
ΛΥ. νὴ Δία παχὺ ‹πάνυ›. ΚΛ. κᾆτα πῶς οὐχ ἥκομεν;
25ΛΥ. οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν.
ἀλλ᾽ ἔστιν ὑπ᾽ ἐμοῦ πρᾶγμ᾽ ἀνεζητημένον
πολλαῖσί τ᾽ ἀγρυπνίαισιν ἐρριπτασμένον.
ΚΛ. ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον;
ΛΥ. οὕτω γε λεπτὸν ὥσθ᾽ ὅλης τῆς Ἑλλάδος
30ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.
ΚΛ. ἐν ταῖς γυναιξίν; ἐπ᾽ ὀλίγου τἄρ᾽ εἴχετο.
ΛΥ. ὡς ἔστ᾽ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
ἢ μηκέτ᾽ εἶναι μήτε Πελοποννησίους—
ΚΛ. βέλτιστα τοίνυν μηκέτ᾽ εἶναι νὴ Δία.
35ΛΥ. Βοιωτίους τε πάντας ἐξολωλέναι.
ΚΛ. μὴ δῆτα πάντας γ᾽, ἀλλ᾽ ἄφελε τὰς ἐγχέλεις.
|