Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΑΡΙΣΤΟΤΕΛΗΣ
Ρητορική (1419b-1420a)
[XIX] Ὁ δ᾽ ἐπίλογος σύγκειται ἐκ τεττάρων, ἔκ τε τοῦ πρὸς ἑαυτὸν κατασκευάσαι εὖ τὸν ἀκροατὴν καὶ τὸν ἐναντίον φαύλως, καὶ ἐκ τοῦ αὐξῆσαι καὶ ταπεινῶσαι, καὶ ἐκ τοῦ εἰς τὰ πάθη τὸν ἀκροατὴν καταστῆσαι, καὶ ἐξ ἀναμνήσεως. πέφυκε γάρ, μετὰ τὸ ἀποδεῖξαι αὐτὸν μὲν ἀληθῆ τὸν δὲ ἐναντίον ψευδῆ, οὕτω τὸ ἐπαινεῖν καὶ ψέγειν καὶ ἐπιχαλκεύειν. δυοῖν δὲ θατέρου δεῖ στοχάζεσθαι, ἢ ὅτι τούτοις ἀγαθὸς ἢ ὅτι ἁπλῶς, ὁ δ᾽ ὅτι κακὸς τούτοις ἢ ὅτι ἁπλῶς. ἐξ ὧν δὲ δεῖ τοῦτο κατασκευάζειν [δεῖ], εἴρηνται οἱ τόποι πόθεν σπουδαίους δεῖ κατασκευάζειν καὶ φαύλους. τὸ δὲ μετὰ τοῦτο, δεδειγμένων ἤδη, αὔξειν ἐστὶν κατὰ φύσιν ἢ ταπεινοῦν· δεῖ γὰρ τὰ πεπραγμένα ὁμολογεῖσθαι, εἰ μέλλει τὸ ποσὸν ἐρεῖν· καὶ γὰρ ἡ τῶν σωμάτων αὔξησις ἐκ προϋπαρχόντων ἐστίν. ὅθεν δὲ δεῖ αὔξειν καὶ ταπεινοῦν ἔκκεινται οἱ τόποι πρότερον. μετὰ δὲ ταῦτα, δήλων ὄντων καὶ οἷα καὶ ἡλίκα, εἰς τὰ πάθη ἄγειν τὸν ἀκροατήν. ταῦτα δ᾽ ἐστὶν ἔλεος καὶ δείνωσις καὶ ὀργὴ καὶ μίσος καὶ φθόνος καὶ ζῆλος καὶ ἔρις. εἴρηνται δὲ καὶ τούτων οἱ τόποι πρότερον, ὥστε λοιπὸν ἀναμνῆσαι τὰ προειρημένα. τοῦτο δὲ ἁρμόττει ποιεῖν οὐχ ὥσπερ φασὶν ἐν τοῖς προοιμίοις, οὐκ ὀρθῶς λέγοντες. ἵνα γὰρ εὐμαθὴς ᾖ, κελεύουσι πολλάκις εἰπεῖν. ἐκεῖ μὲν οὖν δεῖ τὸ πρᾶγμα εἰπεῖν, ἵνα μὴ λανθάνῃ περὶ οὗ ἡ κρίσις, ἐνταῦθα δὲ δι᾽ ὧν δέδεικται, κεφαλαιωδῶς. ἀρχὴ δὲ διότι ἃ ὑπέσχετο ἀποδέδωκεν, ὥστε ἅ τε καὶ δι᾽ ὃ λεκτέον. λέγεται δὲ ἐξ ἀντιπαραβολῆς τοῦ ἐναντίου. παραβάλλειν δὲ [ἢ] ὅσα περὶ τὸ αὐτὸ ἄμφω εἶπον, ἢ [μὴ] καταντικρύ («ἀλλ᾽ οὗτος [1420a] μὲν τάδε περὶ τούτου, ἐγὼ δὲ ταδί, καὶ διὰ ταῦτα»), ἢ ἐξ εἰρωνείας (οἷον «οὗτος γὰρ τάδ᾽ εἶπεν, ἐγὼ δὲ ταδί», καὶ «τὶ ἂν ἐποίει, εἰ τάδε ἔδειξεν, ἀλλὰ μὴ ταδί»), ἢ ἐξ ἐρωτήσεως («τί οὖν δέδεικται;» ἢ «οὗτος τί ἔδειξεν;»). ἢ δὴ οὕτως [ἢ] ἐκ παραβολῆς ἢ κατὰ φύσιν ὡς ἐλέχθη, οὕτως τὰ αὐτοῦ, καὶ πάλιν, ἐὰν βούλῃ, χωρὶς τὰ τοῦ ἐναντίου λόγου. τελευτὴ δὲ τῆς λέξεως ἁρμόττει ἡ ἀσύνδετος, ὅπως ἐπίλογος ἀλλὰ μὴ λόγος ᾖ· «εἴρηκα, ἀκηκόατε, ἔχετε, κρίνατε». |
[19] Ο επίλογος αποτελείται από τέσσερα στοιχεία: πρώτο στοιχείο να διαθέσει τον ακροατή ευνοϊκά προς τον ομιλούντα και εχθρικά προς τον αντίπαλο· δεύτερο στοιχείο να αυξήσει ή να μειώσει τη σημασία των πραγμάτων· τρίτο στοιχείο να διεγείρει στην ψυχή του ακροατή τα επιθυμητά πάθη· τέταρτο στοιχείο να υπενθυμίσει. |