ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνόν, ὦ γυναῖκες,
320ὥσπερ πυρὸς καομένου· σπευστέον ἐστὶ θᾶττον.
πέτου πέτου, Νικοδίκη, [στρ.]
πρὶν ἐμπεπρῆσθαι Καλύκην
τε καὶ Κρίτυλλαν περιφυσήτω
ὑπό τ᾽ ἀνέμων ἀργαλέων
325ὑπό τε γερόντων ὀλέθρων.
ἀλλὰ φοβοῦμαι τόδε· μῶν ὑστερόπους βοηθῶ;
νυνδὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία
μόλις ἀπὸ κρήνης ὑπ᾽ ὄχλου καὶ θορύβου καὶ πατάγου χυτρείου,
330δούλαισιν ὠστιζομένη
στιγματίαις θ᾽, ἁρπαλέως
ἀραμένη, ταῖσιν ἐμαῖς
δημότισιν καομέναις
φέρουσ᾽ ὕδωρ βοηθῶ.
335ἤκουσα γὰρ τυφογέρον- [ἀντ.]
τας ἄνδρας ἔρρειν, στελέχη
φέροντας ὥσπερ βαλανεύσοντας
εἰς πόλιν ὡς τριτάλαντα βάρος,
δεινότατ᾽ ἀπειλοῦντας ἐπῶν
340ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν.
ἅς, ὦ θεά, μή ποτ᾽ ἐγὼ πιμπραμένας ἴδοιμι,
ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ πολίτας·
ἐφ᾽ οἷσπερ, ὦ χρυσολόφα
345πολιοῦχε, σὰς ἔσχον ἕδρας.
καί σε καλῶ ξύμμαχον, ὦ
Τριτογένει᾽, ἤν τις ἐκεί-
νας ὑποπιμπρῇσιν ἀνήρ,
φέρειν ὕδωρ μεθ᾽ ἡμῶν.
|