Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΑΡΙΣΤΟΤΕΛΗΣ
Ρητορική (1412a-1412b)
Καὶ ὃ λέγει Θεόδωρος, τὸ καινὰ λέγειν. γίγνεται δὲ ὅταν παράδοξον ᾖ, καὶ μή, ὡς ἐκεῖνος λέγει, πρὸς τὴν ἔμπροσθεν δόξαν, ἀλλ᾽ ὥσπερ ἐν τοῖς γελοίοις τὰ παραπεποιημένα (ὅπερ δύναται καὶ τὰ παρὰ γράμμα σκώμματα· ἐξαπατᾷ γάρ), καὶ ἐν τοῖς μέτροις· οὐ γὰρ ὥσπερ ὁ ἀκούων ὑπέλαβεν· «ἔστειχε δ᾽ ἔχων ὑπὸ ποσσὶ χίμεθλα»· ὁ δ᾽ ᾤετο πέδιλα ἐρεῖν. τούτου δ᾽ ἅμα λεγομένου δεῖ δῆλον εἶναι. τὰ δὲ παρὰ γράμμα ποιεῖ οὐχ ὃ λέγει λέγειν, ἀλλ᾽ ὃ μεταστρέφει ὄνομα, οἷον τὸ Θεοδώρου εἰς Νίκωνα τὸν κιθαρῳδὸν «θράξει σε», προσποιεῖται γὰρ λέγειν τὸ [1412b] «Θρᾷξ εἶ σύ» καὶ ἐξαπατᾷ· ἄλλο γὰρ λέγει. διὸ μαθόντι ἡδύ, ἐπεὶ εἰ μὴ ὑπολαμβάνει Θρᾷκα εἶναι, οὐ δόξει ἀστεῖον εἶναι. καὶ τὸ «βούλει αὐτὸν πέρσαι». δεῖ δὲ ἀμφότερα προσηκόντως λεχθῆναι. οὕτω δὲ καὶ τὰ ἀστεῖα, οἷον τὸ φάναι Ἀθηναίοις τὴν τῆς θαλάττης ἀρχὴν μὴ ἀρχὴν εἶναι τῶν κακῶν· ὄνασθαι γάρ. ἢ ὥσπερ Ἰσοκράτης τὴν ἀρχὴν τῇ πόλει ἀρχὴν εἶναι τῶν κακῶν. ἀμφοτέρως γὰρ ὃ οὐκ ἂν ᾠήθη τις ἐρεῖν, τοῦτ᾽ εἴρηται, καὶ ἐγνώσθη ὅτι ἀληθές· τό τε γὰρ τὴν ἀρχὴν φάναι ἀρχὴν εἶναι οὐθὲν σοφόν, ἀλλ᾽ οὐχ οὕτω λέγει ἀλλ᾽ ἄλλως, καὶ ἀρχὴν οὐχ ὃ εἶπεν ἀπόφησιν, ἀλλ᾽ ἄλλως. ἐν ἅπασι δὲ τούτοις, ἐὰν προσηκόντως τὸ ὄνομα ἐνέγκῃ ὁμωνυμίᾳ ἢ μεταφορᾷ, τότε τὸ εὖ. οἷον «Ἀνάσχετος οὐκ ἀνασχετός» ὁμωνυμίᾳ ἀπέφησε, ἀλλὰ προσηκόντως, εἰ ἀηδής. καὶ «οὐκ ἂν γένοιο μᾶλλον ἤ σε δεῖ ξένος»· «ξένος» ‹γὰρ› «οὐ μᾶλλον ἤ σε δεῖ» τὸ αὐτὸ καὶ «οὐ δεῖ τὸν ξένον ξένον ἀεὶ εἶναι»· ἀλλότριον γὰρ καὶ τοῦτο. τὸ αὐτὸ καὶ τὸ Ἀναξανδρίδου τὸ ἐπαινούμενον, |
Και αυτό επίσης που λέει ο Θεόδωρος, να λέμε δηλαδή νέου τύπου εκφράσεις· αυτό γίνεται όταν η έκφραση περιέχει κάτι το αναπάντεχο για τον ακροατή και —για να το πούμε με τα λόγια εκείνου— κάτι που δεν συμφωνεί με την ως εκείνη τη στιγμή γνώμη του ακροατή· μάλλον μοιάζει με τις συνηθισμένες στα αστεία παραποιήσεις (με τον ίδιο τρόπο επενεργούν και τα λογοπαίγνια που γίνονται με την αλλαγή στα γράμματα μιας λέξης, κάτι που ξαφνιάζει και ξεγελάει τον ακροατή) — το ίδιο και στην ποίηση: ο στίχος δεν τελειώνει με τον τρόπο που περίμενε ο ακροατής: |