Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (9.606-9.655)


Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«Φοῖνιξ, ἄττα γεραιέ, διοτρεφές, οὔ τί με ταύτης
χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,
ἥ μ᾽ ἕξει παρὰ νηυσὶ κορωνίσιν, εἰς ὅ κ᾽ ἀϋτμὴ
610 ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ᾽ ὀρώρῃ.
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων,
Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ
τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
615 καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ᾽ ἐμὲ κήδῃ·
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
οὗτοι δ᾽ ἀγγελέουσι, σὺ δ᾽ αὐτόθι λέξεο μίμνων
εὐνῇ ἔνι μαλακῇ· ἅμα δ᾽ ἠοῖ φαινομένηφι
φρασσόμεθ᾽ ἤ κε νεώμεθ᾽ ἐφ᾽ ἡμέτερ᾽ ἦ κε μένωμεν.»
620Ἦ, καὶ Πατρόκλῳ ὅ γ᾽ ἐπ᾽ ὀφρύσι νεῦσε σιωπῇ
Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα
ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δ᾽ ἄρ᾽ Αἴας
ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·
«διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
625 ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
τῇδέ γ᾽ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα
χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα,
οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτὰρ Ἀχιλλεὺς
ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμόν,
630 σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων
τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων,
νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος
ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·
καί ῥ᾽ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ᾽ ἀποτείσας,
635 τοῦ δέ τ᾽ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
ποινὴν δεξαμένῳ· σοὶ δ᾽ ἄληκτόν τε κακόν τε
θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ᾽ ἀρίστας,
ἄλλα τε πόλλ᾽ ἐπὶ τῇσι· σὺ δ᾽ ἵλαον ἔνθεο θυμόν,
640 αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν
πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων
κήδιστοί τ᾽ ἔμεναι καὶ φίλτατοι, ὅσσοι Ἀχαιοί.»
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«Αἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν,
645 πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·
ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ, ὁππότε κείνων
μνήσομαι, ὥς μ᾽ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
Ἀτρεΐδης, ὡς εἴ τιν᾽ ἀτίμητον μετανάστην.
ἀλλ᾽ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·
650 οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος,
πρίν γ᾽ υἱὸν Πριάμοιο δαΐφρονος, Ἕκτορα δῖον,
Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι
κτείνοντ᾽ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.
ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ
655 Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.»


Και ο γοργοπόδης Αχιλλεύς σ᾽ εκείνον αποκρίθη:
«Ω γέροντά μου, της τιμής αυτής δεν έχω ανάγκην.
Αρκεί με ότι του Διός μ᾽ έχει τιμήσ᾽ η μοίρα,
που στα κυρτά καράβια μου σ᾽ εμέ θα παραστέκει
610όσο αναπνέω και γερά κινώ τα γόνατά μου.
Κι έν᾽ άλλο πράγμα θα σου ειπώ και ας το φυλάξει ο νους σου·
μη μου ταράζεις την ψυχήν με δάκρυα, με θρήνους,
χάριν στον Αγαμέμνονα να κάμεις, και αν δεν θέλεις
να σε μισήσ᾽ ως σ᾽ αγαπώ, μη κείνον αγαπήσεις·
615τον άνθρωπον που με λυπεί συ να λυπήσεις πρέπει.
Της βασιλείας μέτοχον σε θέλω και της δόξης.
Και αυτοί παίρνουν την είδησιν, και συ στ᾽ απαλό στρώμα
εδώ κοιμήσου, και πρωί θέλει σκεφθούμε αν πρέπει
να μείνομε ή να κάμομε πανιά δια την πατρίδα».
620Και με το νεύμα επρόσταξε τον Πάτροκλον να στρώσει
κλίνην καλήν του Φοίνικος, ώστε να μην αργήσουν
οι άλλοι ν᾽ αφήσουν την σκηνήν. Και τότε ανάμεσόν τους
ο ισόθεος ομίλησεν ο Τελαμώνιος Αίας:
«Λαερτιάδη διογενή, πολύτεχνε Οδυσσέα,
625πηγαίνομε, ότι ο λόγος μας σ᾽ αυτό καν το ταξίδι,
θαρρώ, δεν κατορθώνεται. Κι ευθύς την αγγελίαν
να φέρομε στους Δαναούς, αν και καλή δεν είναι,
που ανήσυχοι μας καρτερούν· αλλ᾽ όμως ο Αχιλλέας
την μεγαλόκαρδην ψυχήν αγρίωσε στα στήθη.
630Λησμόνησεν ο άπονος τους φίλους που με τόσην
αγάπην τον δοξάζαμεν ως έξοχον των άλλων·
και όμως πατέρας ή αδελφός στέργει από τον φονέα
του αδελφού του ή του παιδιού το πρόστιμον να λάβει·
κι εκείνος, αφού πλέρωσε πολλά, στον τόπον μένει
635και ο άλλος με την ξαγοράν που επήρε την ψυχήν του
δαμάζει. Αλλ᾽ άσπονδην, κακήν στα στήθη την καρδίαν
σου έκαμαν οι αθάνατοι, εξ αφορμής μιας κόρης
μόνης· κι επτά σου δίδομεν ασύγκριτες στο κάλλος
και άλλα πολλά· και δέξου συ το έλεος εις τα στήθη,
640σέβου την κατοικίαν σου· στην στέγην σου μας έχεις
απ᾽ τον λαόν των Δαναών, κι εμείς θαρρούμε απ᾽ όλους
τους Αχαιούς πως είμασθεν οι φίλοι της καρδιάς σου».
Και ο γοργοπόδης Αχιλλεύς σ᾽ εκείνον αποκρίθη:
«Ω Αίας διογέννητε, μεγάλε πολεμάρχε,
645με την καρδιά μου φαίνεται που ο λόγος σου ταιριάζει·
πλην βράζω απ᾽ αγανάκτησιν όταν θυμούμαι πόσον
ο Ατρείδης μ᾽ εξουθένωσεν εμπρός εις τους Αργείους,
ως ξένον, όπ᾽ οι εγκάτοικοι πολίτες ατιμάζουν.
Πηγαίνετε και φανερά κηρύξετ᾽ ό,τι λέγω·
650ότι απ᾽ το έργον φονικόν θ᾽ απέχω του πολέμου,
ώσπου τον θείον Έκτορα να ιδώ τον Πριαμίδην
στων Μυρμιδόνων τες σκηνές εμπρός και στα καράβια
φονεύοντας τους Αχαιούς και καίοντας τα πλοία.
Κι εμπρός εις το καράβι μου, θαρρώ, και στην σκηνήν μου
655ο Έκτωρ αν και πρόθυμος θα παύσει από την μάχην».