Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (8.489-8.565)


Τρώων αὖτ᾽ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ,
490 νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,
ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
ἐξ ἵππων δ᾽ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον,
τόν ῥ᾽ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δ᾽ ἄρα χειρὶ
ἔγχος ἔχ᾽ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
495 αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,
τῷ ὅ γ᾽ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·
κέκλυτέ μευ, Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι·
νῦν ἐφάμην νῆάς τ᾽ ὀλέσας καὶ πάντας Ἀχαιοὺς
ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
500 ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα
Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἀλλ᾽ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
δόρπα τ᾽ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους
λύσαθ᾽ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετ᾽ ἐδωδήν·
505 ἐκ πόλιος δ᾽ ἄξεσθε βόας καὶ ἴφια μῆλα
καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε
σῖτόν τ᾽ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
ὥς κεν παννύχιοι μέσφ᾽ ἠοῦς ἠριγενείης
καίωμεν πυρὰ πολλά, σέλας δ᾽ εἰς οὐρανὸν ἵκῃ,
510 μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ
φεύγειν ὁρμήσωνται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
ἀλλ᾽ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ,
βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι
515 νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος
Τρωσὶν ἐφ᾽ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
κήρυκες δ᾽ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων
παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας
λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·
520 θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη
πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω,
μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.
ὧδ᾽ ἔστω, Τρῶες μεγαλήτορες, ὡς ἀγορεύω·
μῦθος δ᾽ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,
525 τὸν δ᾽ ἠοῦς Τρώεσσι μεθ᾽ ἱπποδάμοις ἀγορεύσω.
ἔλπομαι εὐχόμενος Διί τ᾽ ἄλλοισίν τε θεοῖσιν
ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,
οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.
ἀλλ᾽ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,
530 πρῶϊ δ᾽ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
εἴσομαι εἴ κέ μ᾽ ὁ Τυδεΐδης κρατερὸς Διομήδης
πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἦ κεν ἐγὼ τὸν
χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.
535 αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ᾽ ἐμὸν ἔγχος
μείνῃ ἐπερχόμενον· ἀλλ᾽ ἐν πρώτοισιν, ὀΐω,
κείσεται οὐτηθείς, πολέες δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι,
ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς
εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,
540 τιοίμην δ᾽ ὡς τίετ᾽ Ἀθηναίη καὶ Ἀπόλλων,
ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.»
Ὣς Ἕκτωρ ἀγόρευ᾽, ἐπὶ δὲ Τρῶες κελάδησαν.
οἱ δ᾽ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
δῆσαν δ᾽ ἱμάντεσσι παρ᾽ ἅρμασιν οἷσιν ἕκαστος·
545 ἐκ πόλιος δ᾽ ἄξοντο βόας καὶ ἴφια μῆλα
καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,
σῖτόν τ᾽ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
[ἔρδον δ᾽ ἀθανάτοισι τεληέσσας ἑκατόμβας·]
κνίσην δ᾽ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω
550 [ἡδεῖαν· τῆς δ᾽ οὔ τι θεοὶ μάκαρες δατέοντο,
οὐδ᾽ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο].
Οἱ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας
ἥατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.
555 ὡς δ᾽ ὅτ᾽ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
φαίνετ᾽ ἀριπρεπέα, ὅτε τ᾽ ἔπλετο νήνεμος αἰθήρ·
ἔκ τ᾽ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
καὶ νάπαι· οὐρανόθεν δ᾽ ἄρ᾽ ὑπερράγη ἄσπετος αἰθήρ,
πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·
560 τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων
Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.
χίλι᾽ ἄρ᾽ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ
ἥατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.
ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
565 ἑσταότες παρ᾽ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.


Ο Έκτωρ πάλιν σύνοδον συνάθροιζε των Τρώων
490μακράν των πλοίων και σιμά στου ποταμού το ρεύμα,
που από νεκρούς ελεύθερος είχε απομείνει ο τόπος.
Από τ᾽ αμάξια εξέζεψαν και του Έκτορος του θείου
τον λόγον ακροάζονταν κι έσφιγγε αυτός στο χέρι
κοντάρι ενδεκάπηχο κι εμπρός σπιθοβολούσε
495η χάλκιν᾽ άκρη και χρυσό την έδενε στεφάνι.
Σ᾽ εκείνο στηριζόμενος ομίλει προς τους Τρώας:
«Ακούτε, Τρώες, Δάρδανοι και όσ᾽ ήλθετε βοηθοί μας.
Τους Αχαιούς θαρρούσα εγώ να εξολοθρεύσω απόψε
όλους και τα καράβια τους, και στην ανεμισμένην
500Ίλιον να γύρω νικητής· αλλ᾽ έσωσε το σκότος
αυτούς και τα καράβια τους στην άκραν της θαλάσσης.
Και τώρ᾽ ας υπακούσομεν κι εμείς στην μαύρην νύκτα.
Τον δείπνον ετοιμάσετε, και τα καλά πουλάρια
από τ᾽ αμάξια λύσετε και βάλετε τροφήν τους.
505Βόδια κι ερίφια παχιά θα φέρετε απ᾽ την πόλιν
ογρήγορα κι ευφραντικό κρασί προμηθευθείτε
και άρτον απ᾽ τα σπίτια σας συνάξετε και ξύλα
πολλά διότι ολόνυκτα θα καίμε, ώσπου να φέξει,
πυρά πολλά που η λάμψις των θα φθάσει ως τον αιθέρα,
510οι κομοφόροι Αχαιοί μήπως την νύκτα ορμήσουν
στα νώτα επάνω τα πλατιά της θάλασσας να φύγουν.
Μη τους αφήσουμ᾽ ήσυχοι ν᾽ ανέβουν στα καράβια,
αλλά και κάποιος απ᾽ αυτούς στο σπίτι του ας χωνεύει
την ακοντιά που θα ᾽λαβε πηδώντας εις το πλοίον·
515ώστε και άλλοι στο εξής να φέρουν θα τρομάξουν
τον Άρην τον πολύθρονον στους ιπποδάμους Τρώας·
και οι κήρυκες οι σεβαστοί στην πόλιν ν᾽ αναγγείλουν.
Οι γέροντες οι ασπρόμαλλοι, τα ουράνια παλικάρια
στους πύργους, κτίσμα των θεών, να ξενυκτήσουν όλοι,
520και οι γυναίκες σπίτι τους φωτιά πολλήν ας έχουν
αδιάκοπα, και ανύστακτη φρουρά να στέκει μήπως
ξάφνου στην πόλιν έμπει εχθρός, οι άνδρες ενώ λείπουν.
Ω Τρώες μεγαλόψυχοι, τούτα όπου λέγω ας γίνουν.
Και ιδού σας είπα ό,τι καλόν μού εφάνη δια την ώραν·
525και άλλ᾽ άμα φέξει θέλ᾽ ειπώ των ιπποδάμων Τρώων.
Στον Δία και όλους τους θεούς εύχομ᾽ εγώ κι ελπίζω
εκείνα τα μοιρόφερτα σκυλιά να διώξω εδώθε
που οι Μοίρες έφεραν εδώ στα ολόμαυρα καράβια.
Την νύκτα να μην πάθομεν ωστόσο ας φυλαχτούμε·
530και αύριο τα χαράματα με τ᾽ άρματα ας χυθούμε
τον Άρην τον ορμητικόν να εγείρομεν στα πλοία·
θα δοκιμάσω αν ο δεινός Τυδείδης με θα διώξει
στο τείχος απ΄ τα πλοία των ή εγώ θενά του σχίσω
το στήθος κι αιματόβρεκτα θα πάρω τ᾽ άρματά του.
535Και αύριον την ανδρείαν του θα μάθει, αν θα υπομείνει
της λόγχης μου το κίνημα. Θα πέσει, θαρρώ, πρώτος
από το χέρι μου και αυτός και των συντρόφων πλήθος
ο ήλιος άμα σηκωθεί· και ομοίως να ημπορούσα
αθάνατος και αγέραστος να είμαι στον αιώνα
540και να τιμώμαι ως η Αθηνά δοξάζεται και ο Φοίβος,
όσο κακή των Αχαιών τούτων θα φέξ᾽ η ημέρα».
Ο Έκτωρ είπε, κι έκαμαν αλαλαγμόν οι Τρώες·
τότ᾽ έλυσαν απ᾽ τον ζυγόν τους ιδρωμένους ίππους
και με λουριά τους πρόσδεσαν στες άμαξες πλησίον·
545από την πόλιν έφεραν ερίφια και μοσχάρια
ογρήγορα, κι ευφραντικό κρασί προμηθευθήκαν
και άρτον απ᾽ τα σπίτια τους και πολλά ξύλα εκόψαν·
κι επρόσφεραν προς τους θεούς εξαίσιες εκατόμβες,
και ανέβαζαν οι άνεμοι στον ουρανόν την κνίσαν
550γλυκείαν· αλλ᾽ οι μάκαρες θεοί δεν την δεχόνταν
ποσώς, ότι απεστρέφοντο την Ίλιον την αγίαν,
τον Πρίαμον και τον λαόν του δυνατού Πριάμου
και αυτοί με μέγα φρόνημα στες τάξες του πολέμου
εκάθοντο και ολονυκτίς πολλά πυρά εκαίαν.
555Και ως τ᾽ άστρα, οπού σπιθοβολούν σ᾽ ανάνεμον αιθέρα
χαριτωμένα ολόγυρα στην φωτεινήν σελήνην —
φαίνεται κάθε κορυφή, καθ᾽ άκρη, κάθε πλάγι,
ως άνοιξε απ᾽ τον ουρανόν απέραντος αιθέρας,
που τ᾽ άστρα όλα εφανέρωσε και χαίρονται οι ποιμένες·
560τόσ᾽ άστραφταν στην Ίλιον εμπρός πυρά που εκαίαν
οι Τρώες τότε ανάμεσα στον Ξάνθον και στα πλοία.
Χίλια στον κάμπον καίονταν πυρά και στο καθένα
άνδρες στην λάμψιν του πυρός εκάθηντο πενήντα.
Κι οι ίπποι ορθοί στες άμαξες σιμά κριθάρι ετρώγαν
565και την καλόθρονην Ηώ να φθάσει επεριμέναν.