Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (8.425-8.488)


425Ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πόδας ὠκέα Ἶρις,
αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
«ὢ πόποι, αἰγιόχοιο Διὸς τέκος, οὐκέτ᾽ ἔγωγε
νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·
τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
430 ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ
Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.
Ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·
τῇσιν δ᾽ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,
καὶ τοὺς μὲν κατέδησαν ἐπ᾽ ἀμβροσίῃσι κάπῃσιν,
435 ἅρματα δ᾽ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·
αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον
μίγδ᾽ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
Οὔλυμπόνδε δίωκε, θεῶν δ᾽ ἐξίκετο θώκους.
440 τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,
ἅρματα δ᾽ ἂμ βωμοῖσι τίθει, κατὰ λῖτα πετάσσας·
αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
ἕζετο, τῷ δ᾽ ὑπὸ ποσσὶ μέγας πελεμίζετ᾽ Ὄλυμπος.
αἱ δ᾽ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη
445 ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδ᾽ ἐρέοντο·
αὐτὰρ ὁ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
τίφθ᾽ οὕτω τετίησθον, Ἀθηναίη τε καὶ Ἥρη;
οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ
ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.
450 πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,
οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ᾽ ἐν Ὀλύμπῳ.
σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα,
πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.
ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·
455 οὐκ ἂν ἐφ᾽ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ
ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵν᾽ ἀθανάτων ἕδος ἐστίν.
Ὣς ἔφαθ᾽, αἱ δ᾽ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
πλησίαι αἵ γ᾽ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
460 σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
Ἥρῃ δ᾽ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες.
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·
ἀλλ᾽ ἔμπης Δαναῶν ὀλοφυρόμεθ᾽ αἰχμητάων,
465 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
ἀλλ᾽ ἤτοι πολέμου μὲν ἀφεξόμεθ᾽, εἰ σὺ κελεύεις·
βουλὴν δ᾽ Ἀργείοις ὑποθησόμεθ᾽, ἥ τις ὀνήσει,
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
470 ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα
ὄψεαι, αἴ κ᾽ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη,
ὀλλύντ᾽ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·
οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ,
πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,
475 ἤματι τῷ ὅτ᾽ ἂν οἱ μὲν ἐπὶ πρύμνῃσι μάχωνται
στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·
ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δ᾽ ἐγὼ οὐκ ἀλεγίζω
χωομένης, οὐδ᾽ εἴ κε τὰ νείατα πείραθ᾽ ἵκηαι
γαίης καὶ πόντοιο, ἵν᾽ Ἰάπετός τε Κρόνος τε
480 ἥμενοι οὔτ᾽ αὐγῇς Ὑπερίονος Ἠελίοιο
τέρποντ᾽ οὔτ᾽ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·
οὐδ᾽ ἢν ἔνθ᾽ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε
σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.»
Ὣς φάτο, τὸν δ᾽ οὔ τι προσέφη λευκώλενος Ἥρη.
485 ἐν δ᾽ ἔπεσ᾽ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο,
ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
Τρωσὶν μέν ῥ᾽ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς
ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.


425Αυτά τους είπε κι έφυγεν η ανεμόποδ᾽ Ίρις,
κι η Ήρα προς την Αθηνά τον λόγον τούτον είπε:
«Κόρη ω μεγάλη του Διός, εγώ δεν στέργω πλέον
πόλεμον χάριν των θνητών να κάμομεν στον Δία.
Ας αποθάνουν κει στην γην άλλοι και άλλοι ας ζήσουν,
430όπως του τύχει καθενός· και όπως του λέγει ο νους του
τους Τρώας και τους Δαναούς, ως πρέπει ας κρίνει εκείνος».
Είπε και οπίσω εγύρισε τα δυνατά πουλάρια·
κι οι Ώρες τα καλότριχα τους ξέζεψαν πουλάρια,
κατόπιν εις τ᾽ αμβρόσια παχνιά τους τα προσδέσαν,
435και προς τους τοίχους πόλαμπαν την άμαξαν εκλίναν.
Κι οι δυο θεές ανάμεσα των άλλων αθανάτων
καθίσαν εις χρυσά θρονιά με θλίψιν στην ψυχήν τους.
Κίνησε το καλότροχον αμάξι από την Ίδην
ο Ζευς, κι ήλθε στον Όλυμπον στην σύνοδον την θείαν.
440Και τ᾽ άλογ᾽ αφού ξέζεψεν ο μέγας Κοσμοσείστης
τ᾽ αμάξι επάνω στους βωμούς εσκέπασε με πέπλον·
εκάθισεν ο Βροντητής εις τον χρυσόν του θρόνον
και ο Όλυμπος σαλεύετο στα πόδια του αποκάτου.
Και μόνες του Διός μακράν η Αθηνά κι η Ήρα
445καθίζαν ούδ᾽ ερώτησιν ή λόγον τού προφέραν.
Και ο Ζευς καλά τες νόησε κι είπε: «Αθηνά και Ήρα,
τι στέκεσθε περίλυπες; Δεν έχετε κοπιάσει,
θαρρώ, πολύ στον πόλεμον, όπου δοξάζοντ᾽ άνδρες,
τους Τρώας ν᾽ αφανίσετε, που φοβερά μισείτε.
450Τόσ᾽ η δική μου δύναμις και των χεριών μου ο τρόμος,
που όλ᾽ οι θεοί στον Όλυμπον την γνώμην δεν μου αλλάζουν.
Και σας των δύο πάγωσαν τα τρυφερά σας μέλη
πριν καν να ιδείτε τους φρικτούς αγώνες του πολέμου.
Και ακούτε ό,τι είπα και άφευκτα θα ήταν τελειωμένο·
455κρουσμένες απ᾽ τον κεραυνόν δεν θα ᾽χετ᾽ επανέλθει
με την δικήν σας άμαξαν στα δώματα του Ολύμπου».
Είπε, κι εγόγγυσαν κρυφά η Αθηνά κι η Ήρα·
σιμά καθίζαν και όλεθρον των Τρώων μελετούσαν.
Λόγον δεν έλεγε η Αθηνά και στον πατέρα Δία
460μ᾽ αγρίαν μάνιζε χολήν· αλλ᾽ η χολή στης Ήρας
το στήθος δεν εχώρεσε, και προς εκείνον είπε:
«Κρονίδη τρομερότατε, ποιον λόγον είπες τώρα!
Το ηξεύρομ᾽ ότι αντίστασιν δεν έχ᾽ η δύναμίς σου.
Αλλ᾽ όμως δια τους Δαναούς πονούμε τους ανδρείους
465οπού θα πάθουν και άσφαλτα θ᾽ αδικοθανατίσουν.
Αλλ᾽ όμως θέλει απέχουμεν, ως θέλεις, απ᾽ την μάχην
και συμβουλήν θα δώσομεν καλήν εις τους Αργείους,
να μη χαθούν όλοι δια μιας απ᾽ τον βαρύν θυμόν σου».
Και ο Δίας της απάντησεν: «Άμα χαράξ᾽ η μέρα
470τον Δία τον υπέρτατον θα ιδείς, αν θέλεις, Ήρα
ω μεγαλόφθαλμη θεά, χειρότερον να φέρει
αφανισμόν εις τον στρατόν των μαχητών Αργείων.
Ότι την μάχην ο βαρύς Πριαμίδης δεν θ᾽ αφήσει,
πριν απ᾽ τα πλοία σηκωθεί ο ανίκητος Πηλείδης,
475οπόταν πέσει ο Πάτροκλος και δια το νεκρόν σώμα
θα μάχονται με στένωσιν φρικτήν σιμά στα πλοία.
Η μοίρ᾽ αυτό διόρισε και προσοχήν δεν δίδει
εις τον θυμόν σου, κι εάν πας στης γης και της θαλάσσης
τα πέρατα, όπου κατοικούν ο Ιαπετός και ο Κρόνος,
480κι ούτε τους τέρπουν άνεμοι, ούτε το φως του ηλίου,
και Τάρταρος βαθύτατος παντού τους περιζώνει.
Αν απ᾽ το πείσμα σου ως αυτού θα φθάσεις, δεν με μέλει·
ότι άλλο πράγμ᾽ αδιάντροπον, ως είσ᾽ εγώ δεν είδα».
Είπεν ο Ζευς κι εσώπαινεν η Ήρα η λευκοχέρα.
485Κι έπεσε στον Ωκεανόν το λαμπρό φως του ηλίου
την μαύρην νύκτα σέρνοντας στην γην την σιτοδότραν.
Τότε να εσβήσθηκε το φως δεν άρεσε των Τρώων,
πλην των Αργείων ποθητό πολύ το σκότος ήλθε.