Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (8.212-8.291)


Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
τῶν δ᾽, ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε,
πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων
215 εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.
καί νύ κ᾽ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,
εἰ μὴ ἐπὶ φρεσὶ θῆκ᾽ Ἀγαμέμνονι πότνια Ἥρη
αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.
220 βῆ δ᾽ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,
στῆ δ᾽ ἐπ᾽ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
ἥ ῥ᾽ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
ἠμὲν ἐπ᾽ Αἴαντος κλισίας Τελαμωνιάδαο
225 ἠδ᾽ ἐπ᾽ Ἀχιλλῆος, τοί ῥ᾽ ἔσχατα νῆας ἐΐσας
εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
«αἰδώς, Ἀργεῖοι, κάκ᾽ ἐλέγχεα, εἶδος ἀγητοί·
πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
230 ἃς ὁπότ᾽ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,
ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων,
πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,
Τρώων ἄνθ᾽ ἑκατόν τε διηκοσίων τε ἕκαστος
στήσεσθ᾽ ἐν πολέμῳ· νῦν δ᾽ οὐδ᾽ ἑνὸς ἄξιοί εἰμεν
235 Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.
Ζεῦ πάτερ, ἦ ῥά τιν᾽ ἤδη ὑπερμενέων βασιλήων
τῇδ᾽ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;
οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,
240 ἀλλ᾽ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί᾽ ἔκηα,
ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.
ἀλλά, Ζεῦ, τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·
αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,
μηδ᾽ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.»
245Ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,
νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδ᾽ ἀπολέσθαι.
αὐτίκα δ᾽ αἰετὸν ἧκε, τελειότατον πετεηνῶν,
νεβρὸν ἔχοντ᾽ ὀνύχεσσι, τέκος ἐλάφοιο ταχείης·
πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,
250 ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.
οἱ δ᾽ ὡς οὖν εἴδονθ᾽ ὅ τ᾽ ἄρ᾽ ἐκ Διὸς ἤλυθεν ὄρνις,
μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
Ἔνθ᾽ οὔ τις πρότερος Δαναῶν, πολλῶν περ ἐόντων,
εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
255 τάφρου τ᾽ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,
ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστήν,
Φραδμονίδην Ἀγέλαον· ὁ μὲν φύγαδ᾽ ἔτραπεν ἵππους·
τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
260 ἤριπε δ᾽ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
Τὸν δὲ μετ᾽ Ἀτρεΐδαι, Ἀγαμέμνων καὶ Μενέλαος,
τοῖσι δ᾽ ἐπ᾽ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
τοῖσι δ᾽ ἐπ᾽ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
Μηριόνης, ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
265 τοῖσι δ᾽ ἐπ᾽ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός·
Τεῦκρος δ᾽ εἴνατος ἦλθε, παλίντονα τόξα τιταίνων,
στῆ δ᾽ ἄρ᾽ ὑπ᾽ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
ἔνθ᾽ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γ᾽ ἥρως
παπτήνας, ἐπεὶ ἄρ τιν᾽ ὀϊστεύσας ἐν ὁμίλῳ
270 βεβλήκοι, ὁ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,
αὐτὰρ ὁ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
εἰς Αἴανθ᾽· ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
Ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ᾽ Ὀφελέστην
275 Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην
καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον.
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·
280 στῆ δὲ παρ᾽ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·
«Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν,
βάλλ᾽ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι
πατρί τε σῷ Τελαμῶνι, ὅ σ᾽ ἔτρεφε τυτθὸν ἐόντα,
καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·
285 τὸν καὶ τηλόθ᾽ ἐόντα ἐϋκλείης ἐπίβησον.
σοὶ δ᾽ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·
αἴ κέν μοι δώῃ Ζεύς τ᾽ αἰγίοχος καὶ Ἀθήνη
Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
πρώτῳ τοι μετ᾽ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
290 ἢ τρίποδ᾽ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν
ἠὲ γυναῖχ᾽, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.»


Αυτά ελέγαν οι θεοί· και ωστόσ᾽ όλον τον τόπον,
οπού του τείχους έκλειεν ο λάκκος προς τα πλοία,
ίπποι γεμίζαν στριμωκτά και πλήθη ασπιδοφόρα·
215και τους εστρίμωνε ο γοργός ισόπαλος του Άρη,
ο Έκτωρ, αφού ήθελε να τον δοξάσει ο Δίας.
Και αφεύκτως τότε θα ᾽καιε τα ισόπλευρα καράβια,
αν στου Αγαμέμνονος τον νουν δεν έβαζεν η Ήρα
να κινηθεί, τους Αχαιούς ο ίδιος να εμψυχώσει.
220Των Αχαιών εις τες σκηνές επήγε κι εκρατούσε
μέγαν μανδύαν πορφυρόν, και εις το τρανό καράβι
του Οδυσσέως έμεινε, που ευρίσκετο στην μέσην,
ώστε ν᾽ ακούεται η φωνή στο ᾽να και στ᾽ άλλο μέρος·
και στες σκηνές του Αίαντος του Τελαμωνιάδη
225και του Αχιλλέως, που ακρινά τα πλοία τους εστήσαν,
στην δύναμίν τους ήσυχοι και στην πολλήν ανδρείαν·
και ψιλήν έσυρε φωνήν στων Δαναών τα πλήθη:
«Αίσχος, Αργείοι θαυμαστοί στην όψιν, αλλ᾽ αχρείοι!
Πού επήγαν τα καυχήματα πολεμικής ανδρείας
230που στον αέρα ερίχνετε στην Λήμνον συναγμένοι,
τρώγοντας κρέατα πολλά βοδιών ορθοκεράτων,
πίνοντας το γλυκό κρασί στα ολόγεμα ποτήρια,
πως ένας θ᾽ αντιστέκονταν προς διακοσίους Τρώας;
Και τώρα άξιοι δεν είμασθεν δι᾽ έναν όλοι αντάμα,
235τον Έκτορα, που ιδού φωτιά θα βάλει στα καράβια.
Απ᾽ τους μεγάλους βασιλείς τάχ᾽ άλλον, ω πατέρα,
εις τόσην ζάλην έριξες και στέρησιν της δόξης;
Και όμως κανέναν των λαμπρών βωμών σου δεν αφήκα
καθώς αρμένιζα για δω —ποτέ να μη ᾽χα φθάσει—
240χωρίς των μόσχων τα μηριά και λίπος να σας κάψω,
δια να κερδίσ᾽ ως ήθελα την πυργωμένην Τροίαν.
Αλλά, πατέρα, στέρξε μου καν τούτην την ευχήν μου·
καν την ζωήν να σώσομεν ευδόκησε, μη θέλεις
οι Δαναοί να συντριβούν, ως βλέπεις, απ᾽ τους Τρώας».
245Είπε, και τον λυπήθηκε, που εδάκρυζε, ο πατέρας
κι ευδόκησε απ᾽ τον όλεθρον να σώσει τον λαόν του.
Κι έστειλ᾽ απ᾽ τα πετούμενα το πλέον τελεσφόρον,
τον αετόν όπ᾽ έσφιγγε στα νύχια ελαφομόσχι,
και τ᾽ άφησε στον εύμορφον βωμόν σιμά να πέσει,
250όπου θυσιάζαν οι Αχαιοί στον πάμφημον Κρονίδην.
Και ως είδαν κείνοι το πτηνόν σταλμένο από τον Δία,
δίψαν πολέμου αισθάνθηκαν κι εχύθηκαν στους Τρώας».
Και όλων εκεί των Δαναών κανείς δεν εκαυχήθη
πως του Τυδείδη πρότερα τους ίππους είχε στρέψει
255πέραν του λάκκου να στηθεί, την μάχην ν᾽ απαντήσει·
εκείνος πρώτος κτύπησε πολεμιστήν των Τρώων,
Αγέλαον του Φράδμονος υιόν· και όπως τους ίππους
έστρεψ᾽ εκείνος να σωθεί τ᾽ ακόντι μες στους ώμους
του έμπηξε και απ᾽ τα στήθη του η λόγχη εβγήκε πέρα.
260Έπεσε αυτός κι επάνω του βροντήσαν τ᾽ άρματά του.
Κατόπι του εις τον πόλεμον κατέβηκαν οι Ατρείδαι,
οι Αίαντες μ᾽ αδάμαστην ζωσμένοι ανδραγαθίαν,
ο Ιδομενεύς και ο σύντροφος εκείνου Μηριόνης,
φρικτός, ως ο Ενυάλιος· ο Ευρύπυλος ο ανδρείος,
265ο Ευαιμονίδης, κι ένατος μ᾽ αυτούς ο Τεύκρος ήλθε
με τόξ᾽ οπισθοτέντωτο, και κάτω απ᾽ την ασπίδα
έμεινε αυτός του Αίαντος του Τελαμωνιάδη.
Και την ασπίδα έβαζ᾽ εμπρός ο Αίας· τότε ο Τεύκρος
στο πλήθος γύρω εκοίταζε· και όποιον ετόξευ᾽ άνδρα,
270κάτω τον έριχνε και αυτός του Αίαντος οπίσω
πάλιν εκρύβετ᾽, ως παιδί στον κόλπον της μητρός του·
και ο Αίας τον εσκέπαζε με την λαμπρήν ασπίδα.
Ποιον απ᾽ τους Τρώας έριξεν ο θείος Τεύκρος πρώτον;
Πρώτ᾽ έπεσε ο Ορσίλοχος, κατόπιν κι οι ανδρειωμένοι
275Δαίτωρ, Χρομίος, Όρμενος και ισόθεος Λυκοφόντης,
ο Οφελέστης έπεσε και ο ήρως Αμοπάων
Πολυαιμονίδης κι ύστερον η ανδρειά του Μελανίππου.
Και ως είδ᾽ αυτόν που αφάνιζε τες φάλαγγες των Τρώων
του τόξου με την δύναμιν, εχάρη ο βασιλέας
280ο Αγαμέμνων, κι έμεινε σιμά του και του είπε·
«Ω Τεύκρε Τελαμώνιε, γλυκέ μου πολεμάρχε,
καθώς το κάμνεις, τόξευε, των Δαναών να φέρνεις
χαράν και εις τον πατέρα σου που σ᾽ έχει θρέψει βρέφος
και τρυφερά σ᾽ ανάστησε στο σπίτι, αν κι ήσουν νόθος·
285και συ μακρόθεν λάμπρυνε με δόξαν τον γονέα.
Και άκουσε πράγμα οπού θα ειπώ και άσφαλτ᾽ αυτό θα γίνει·
εάν ο Ζευς κι η Αθηνά δώσουν σ᾽ εμέ την χάριν,
την πόλιν την καλόκτιστην να πάρω της Ιλίου
σ᾽ εσέ πρώτον κατόπι μου θα δώσω εγώ βραβείον
290ή τρίποδα ή στην άμαξαν ζεμένα δυο πουλάρια
ή κορασίδα σύντροφον της κλίνης να την έχεις».