365Ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο· τοῖσι δ᾽ ἀνέστη
Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
«κέκλυτέ μευ, Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
370 νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν, ὡς τὸ πάρος περ,
καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·
ἠῶθεν δ᾽ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
εἰπέμεν Ἀτρεΐδῃς, Ἀγαμέμνονι καὶ Μενελάῳ,
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
375 καὶ δὲ τόδ᾽ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κ᾽ ἐθέλωσι
παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς
κήομεν· ὕστερον αὖτε μαχησόμεθ᾽, εἰς ὅ κε δαίμων
ἄμμε διακρίνῃ, δώῃ δ᾽ ἑτέροισί γε νίκην.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,
380 δόρπον ἔπειθ᾽ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·
ἠῶθεν δ᾽ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·
τοὺς δ᾽ εὗρ᾽ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος
νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὁ τοῖσι
στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·
385 «Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
κτήματα μὲν ὅσ᾽ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
390 ἠγάγετο Τροίηνδ᾽ —ὡς πρὶν ὤφελλ᾽ ἀπολέσθαι—
πάντ᾽ ἐθέλει δόμεναι καὶ ἔτ᾽ οἴκοθεν ἄλλ᾽ ἐπιθεῖναι·
κουριδίην δ᾽ ἄλοχον Μενελάου κυδαλίμοιο
οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.
καὶ δὲ τόδ᾽ ἠνώγεον εἰπεῖν ἔπος, αἴ κ᾽ ἐθέλητε
395 παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς
κήομεν· ὕστερον αὖτε μαχησόμεθ᾽, εἰς ὅ κε δαίμων
ἄμμε διακρίνῃ, δώῃ δ᾽ ἑτέροισί γε νίκην.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
400 «μήτ᾽ ἄρ τις νῦν κτήματ᾽ Ἀλεξάνδροιο δεχέσθω
μήθ᾽ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν,
ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ᾽ ἐφῆπται.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν,
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·
405 καὶ τότ᾽ ἄρ᾽ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·
«Ἰδαῖ᾽, ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις,
ὥς τοι ὑποκρίνονται· ἐμοὶ δ᾽ ἐπιανδάνει οὕτως.
ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·
οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
410 γίγνετ᾽, ἐπεί κε θάνωσι, πυρὸς μειλισσέμεν ὦκα.
ὅρκια δὲ Ζεὺς ἴστω, ἐρίγδουπος πόσις Ἥρης.»
Ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,
ἄψορρον δ᾽ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.
οἱ δ᾽ ἕατ᾽ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες,
415 πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ᾽ ἄρ᾽ ἔλθοι
Ἰδαῖος· ὁ δ᾽ ἄρ᾽ ἦλθε καὶ ἀγγελίην ἀπέειπε
στὰς ἐν μέσσοισιν· τοὶ δ᾽ ὁπλίζοντο μάλ᾽ ὦκα,
ἀμφότερον, νέκυάς τ᾽ ἀγέμεν, ἕτεροι δὲ μεθ᾽ ὕλην·
Ἀργεῖοι δ᾽ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν
420 ὀτρύνοντο νέκυς τ᾽ ἀγέμεν, ἕτεροι δὲ μεθ᾽ ὕλην.
|