Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (7.181-7.243)


Ὣς ἄρ᾽ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
ἐκ δ᾽ ἔθορε κλῆρος κυνέης, ὃν ἄρ᾽ ἤθελον αὐτοί,
Αἴαντος· κῆρυξ δὲ φέρων ἀν᾽ ὅμιλον ἁπάντῃ
δεῖξ᾽ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
185 οἱ δ᾽ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
ἀλλ᾽ ὅτε δὴ τὸν ἵκανε φέρων ἀν᾽ ὅμιλον ἁπάντῃ,
ὅς μιν ἐπιγράψας κυνέῃ βάλε, φαίδιμος Αἴας,
ἤτοι ὑπέσχεθε χεῖρ᾽, ὁ δ᾽ ἄρ᾽ ἔμβαλεν ἄγχι παραστάς,
γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.
190 τὸν μὲν πὰρ πόδ᾽ ἑὸν χαμάδις βάλε φώνησέν τε·
«ὦ φίλοι, ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς
θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
ἀλλ᾽ ἄγετ᾽, ὄφρ᾽ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
τόφρ᾽ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι,
195 σιγῇ ἐφ᾽ ὑμείων, ἵνα μὴ Τρῶές γε πύθωνται,
ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·
οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται,
οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδ᾽ ἐμὲ νήϊδά γ᾽ οὕτως
ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.»
200Ὣς ἔφαθ᾽, οἱ δ᾽ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
«Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε,
δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·
εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,
205 ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.»
Ὣς ἄρ᾽ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,
σεύατ᾽ ἔπειθ᾽ οἷός τε πελώριος ἔρχεται Ἄρης,
ὅς τ᾽ εἶσιν πόλεμόνδε μετ᾽ ἀνέρας, οὕς τε Κρονίων
210 θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.
τοῖος ἄρ᾽ Αἴας ὦρτο πελώριος, ἕρκος Ἀχαιῶν,
μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν
ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.
τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,
215 Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
Ἕκτορί τ᾽ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·
ἀλλ᾽ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδ᾽ ἀναδῦναι
ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
Αἴας δ᾽ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
220 χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων,
σκυτοτόμων ὄχ᾽ ἄριστος, Ὕλῃ ἔνι οἰκία ναίων,
ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον
ταύρων ζατρεφέων, ἐπὶ δ᾽ ὄγδοον ἤλασε χαλκόν.
τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
225 στῆ ῥα μάλ᾽ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·
«Ἕκτορ, νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι,
καὶ μετ᾽ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
ἀλλ᾽ ὁ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
230 κεῖτ᾽ ἀπομηνίσας Ἀγαμέμνονι, ποιμένι λαῶν·
ἡμεῖς δ᾽ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
καὶ πολέες· ἀλλ᾽ ἄρχε μάχης ἠδὲ πτολέμοιο.»
Τὸν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
«Αἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν,
235 μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε,
ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.
αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ᾽ ἀνδροκτασίας τε·
οἶδ᾽ ἐπὶ δεξιά, οἶδ᾽ ἐπ᾽ ἀριστερὰ νωμῆσαι βῶν
ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·
240 οἶδα δ᾽ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·
οἶδα δ᾽ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
ἀλλ᾽ οὐ γάρ σ᾽ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
λάθρῃ ὀπιπεύσας, ἀλλ᾽ ἀμφαδόν, αἴ κε τύχωμι.»


Αυτά ᾽λεγαν και τους λαχνούς ετίναξεν ο Νέστωρ·
και από το κράνος πήδησε λαχνός ως τον ηθέλαν,
του Αίαντος· και ο κήρυκας τον παίρνει και τον δείχνει
των πολεμάρχων Αχαιών με τάξιν εις καθέναν.
185Και τον λαχνόν δεν γνώρισε κανείς ωσάν δικόν του
και ότ᾽ έφθασε στον Αίαντα που τον λαχνόν στο κράνος
έριξε αφού τον χάραξεν, άπλωσεν ο γενναίος
το χέρι του και ο κήρυκας σ᾽ αυτόν τον παραδίδει·
και το σημάδι άμ᾽ είδε αυτός το γνώρισε κι εχάρη.
190Τον λαχνόν έριξε χαμαί κι εφώναξε: «Δικός μου
είναι ο λαχνός αγαπητοί· και χαίρεται η ψυχή μου
ότι τον θείον Έκτορα θαρρώ πως θα νικήσω.
Αλλ᾽ όσο εγώ με τ᾽ άρματα το σώμα μου να ζώσω,
εσείς ωστόσον εύχεσθε προς τον πατέρα Δία,
195σιγά μήπως να εύχεσθε οι Τρώες σας νοήσουν,
ή αν θέλετε και φανερά, κανέναν δεν φοβούμαι·
διότι κανείς με δύναμιν εμέ δεν θα δαμάσει,
με τέχνην ούτε, ότι θαρρώ πού, γέννημα και θρέμμα
της Σαλαμίνος, δεν είμαι αμάθητος τελείως».
200Αυτά ᾽πε κι εύχονταν αυτοί προς τον πατέρα Δία.
Και τον μεγάλον ουρανόν κοιτώντας κάποιος είπε:
«Δία, πατέρα, δοξαστέ, που βλέπεις απ᾽ την Ίδην,
ύψιστε, δώσ᾽ του Αίαντος το καύχημα της νίκης·
κι εάν τον Έκτορ᾽ αγαπάς πολύ και προστατεύεις,
205δώσ᾽ και των δύο δύναμιν και δόξαν παρομοίαν».
Και ωστόσο τον λαμπρόν χαλκόν εζώνονταν ο Αίας
και στα καλά τα άρματα τα μέλη του είχε κλείσει.
Κινούνταν, ως θεόρατος ο Άρης κατεβαίνει
στον πόλεμον μες στους θνητούς, που ο βροντητής Κρονίδης
210στης διχονοίας έριξε τον φονικόν αγώνα.
Παρόμοιος θεόρατος των Αχαιών ο πύργος,
ο Αίας με χαμόγελο στο άγριο πρόσωπό του
μέγα κοντάρι ετίναξε μακροδιασκελώντας.
Αναγαλλιάζαν οι Αχαιοί καθώς τον εθωρούσαν,
215αλλ᾽ από τρόμον φοβερόν επάγωσαν οι Τρώες,
και ακόμα και του Έκτορος εσπάραξε η καρδία·
αλλά να φύγει, να συρθεί μες στον στρατόν του πλέον
δεν ημπορούσε αυτός αφού προκάλεσε εις την μάχην.
Και ο Αίας επροχώρησε μ᾽ ασπίδα ωσάν πύργον,
220χάλκινην μ᾽ επτά δέρματα που του έκαμε ο Τυχίος
των σκυτοτόμων έξοχος, εγκάτοικος στην Ύλην,
λαμπρήν την ετεχνούργησεν επτάδιπλην με δέρμα
δυνατών ταύρων, κι έβαλε δίπλαν χαλκού ογδόην.
Αυτήν στα στήθη επρόβαλεν ο Τελαμώνιος Αίας
225Κι εστάθη εμπρός στον Έκτορα και του ᾽πε με φοβέρες:
«Ω Έκτωρ, θα γνωρίσεις συ, μόνος με μόνον τώρα,
αν άλλοι εδώ των Δαναών ευρίσκονται ανδρειωμένοι,
έξω από τον λεοντόκαρδον Πηλείδην ανδροφόνον.
Αλλ᾽ αυτός μένει στα κυρτά θαλασσοπόρα πλοία,
230αφού στον πρώτον αρχηγόν Ατρείδην εχολώθη.
Αλλ᾽ ημείς είμεθ᾽ αρκετοί με σε να μετρηθούμε
και πάμπολλοι· αλλ᾽ αρχίνησε πρώτος εσύ την μάχην».
Και ο μέγας τότε απάντησεν ο λοφοσείστης Έκτωρ:
«Αία, ω διογέννητε, μεγάλε πολεμάρχε,
235τι τάχα ωσάν αδύνατο παιδί με δοκιμάζεις
ή ωσάν γυναίκ᾽ αμάθητην στα έργα του πολέμου;
Τες μάχες ξεύρω εγώ καλά και τες ανδροφονίες.
Αριστερά και δεξιά να στρέφω την βαρείαν
ασπίδα ηξεύρω ακούραστος στον κόπο του πολέμου.
240Ξεύρω των ίππων την ορμήν στην μάχην να οδηγήσω,
και πεζός ξεύρω τον χορόν του Άρη του ανδροφόνου.
Αλλά γενναίον ως εσέ δεν θέλω να κτυπήσω
απόκρυφ᾽ αλλά φανερά, το ακόντι μου αν ᾽πιτύχει».