Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (7.120-7.180)


120Ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
αἴσιμα παρειπών, ὁ δ᾽ ἐπείθετο· τοῦ μὲν ἔπειτα
γηθόσυνοι θεράποντες ἀπ᾽ ὤμων τεύχε᾽ ἕλοντο·
Νέστωρ δ᾽ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
«ὢ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.
125 ἦ κε μέγ᾽ οἰμώξειε γέρων ἱππηλάτα Πηλεύς,
ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ᾽ ἀγορητής,
ὅς ποτέ μ᾽ εἰρόμενος μέγ᾽ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ,
πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
τοὺς νῦν εἰ πτώσσοντας ὑφ᾽ Ἕκτορι πάντας ἀκούσαι,
130 πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι,
θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
ἡβῷμ᾽ ὡς ὅτ᾽ ἐπ᾽ ὠκυρόῳ Κελάδοντι μάχοντο
ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι,
135 Φειᾶς πὰρ τείχεσσιν, Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
τοῖσι δ᾽ Ἐρευθαλίων πρόμος ἵστατο, ἰσόθεος φώς,
τεύχε᾽ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος,
δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες,
140 οὕνεκ᾽ ἄρ᾽ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,
ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
στεινωπῷ ἐν ὁδῷ, ὅθ᾽ ἄρ᾽ οὐ κορύνη οἱ ὄλεθρον
χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
145 δουρὶ μέσον περόνησεν, ὁ δ᾽ ὕπτιος οὔδει ἐρείσθη·
τεύχεα δ᾽ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·
αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
δῶκε δ᾽ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·
150 τοῦ ὅ γε τεύχε᾽ ἔχων προκαλίζετο πάντας ἀρίστους.
οἱ δὲ μάλ᾽ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·
ἀλλ᾽ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·
καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
155 τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·
πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
εἴθ᾽ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·
τῶ κε τάχ᾽ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
ὑμέων δ᾽ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν,
160 οὐδ᾽ οἳ προφρονέως μέμαθ᾽ Ἕκτορος ἀντίον ἐλθεῖν.»
Ὣς νείκεσσ᾽ ὁ γέρων, οἱ δ᾽ ἐννέα πάντες ἀνέσταν.
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
τῷ δ᾽ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
τοῖσι δ᾽ ἐπ᾽ Αἴαντες, θοῦριν ἐπιειμένοι ἀλκήν,
165 τοῖσι δ᾽ ἐπ᾽ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος,
Μηριόνης, ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
τοῖσι δ᾽ ἐπ᾽ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·
πάντες ἄρ᾽ οἵ γ᾽ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
170 τοῖς δ᾽ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
«κλήρῳ νῦν πεπάλασθε διαμπερές, ὅς κε λάχῃσιν·
οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,
καὶ δ᾽ αὐτὸς ὃν θυμὸν ὀνήσεται, αἴ κε φύγῃσι
δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.»
175Ὣς ἔφαθ᾽, οἱ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,
ἐν δ᾽ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.
λαοὶ δ᾽ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
«Ζεῦ πάτερ, ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,
180 ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.»


120Είπε και αυτός υπάκουσε στον λόγον του αδελφού του
τον γνωστικόν κι επείσθηκε· και αμέσως απ᾽ τους ώμους
χαρούμεν᾽ οι θεράποντες τα όπλα τού σηκώσαν·
και ο Νέστωρ τότε ομίλησε στην μέσην των Αργείων:
«Οϊμέ, στην γην των Αχαιών μεγάλο πένθος ήλθε·
125πόσον ο ιππόμαχος Πηλεύς θα εγόγγυζεν ο γέρος
των Μυρμιδόνων ρήτορας καλός και βουληφόρος,
που έναν καιρό στο σπίτι του χαρούμενος μ᾽ ερώτα
δια τους προγόνους και παιδιά του γένους των Αργείων.
Και αν άκουε τώρα που όλοι αυτόν τον Έκτορα φοβούνται,
130θ᾽ άπλωνε τες αγκάλες του προς τους θεούς να κάμουν
από τα χείλη του η ψυχή να κατεβεί στον Άδην.
Και, ω Ζευ και Απόλλων και Αθηνά, να ήμουν πάλι νέος,
ως όταν στον γοργόν κοντά Κελάδοντα εμαχόνταν
Πύλιοι και Άρκαδες ομού καλοί κονταροφόροι
135σιμά στα τείχη της Φειάς, στα ρείθρα του Ιαρδάνου.
Κι εκείνων ήταν πρόμαχος ο Ερευθαλίων, άνδρας
ισόθεος και τ᾽ άρματα φορούσε του Αρηθόου,
του Αρηθόου του λαμπρού που άνδρες και γυναίκες
ροπαλοφόρον έλεγαν, εξ αφορμής που λόγχην
140ή τόξον εις τον πόλεμον δεν είχεν, αλλά μόνον
με σιδερένιο ρόπαλο τες φάλαγγες εσπούσε.
Με δόλον, όχι αντίμαχα, τον φόνευσε ο Λυκούργος
εις μονοπάτι που ποσώς σ᾽ αυτόν δεν ωφελούσε
το ρόπαλον· κι επρόφθασε με λόγχην ο Λυκούργος
145να τον τρυπήσει κι έπεσε τ᾽ ανάσκελα στο χώμα.
Και απ᾽ τ᾽ άρματα που ᾽χε σ᾽ αυτόν δωρήσει ο χάλκεος Άρης
εγύμνωσέ τον κι έπειτα στον πόλεμον τα εφόρει·
και αφού στο σπίτι εγήρασε τα χάρισε ο Λυκούργος
εις τον Ερευθαλίωνα καλόν θεράποντά του.
150Τούτος μ᾽ εκείνα τ᾽ άρματα τους πολεμάρχους όλους
επροκαλούσε κι έτρεμε καθείς, δεν είχε τόλμην·
κι εμ᾽ έφερε ν᾽ αγωνισθώ η θαρρετή ψυχή μου,
αν κι ήμουν ο νεότερος απ᾽ όλους τους ανδρείους·
πολέμησα κι η Αθηνά μου χάρισε την νίκην·
155τρανόν και ανδρείον ως αυτόν δεν φόνευσ᾽ άλλον άνδρα·
φαρδύς μακρύς απέραντος εκείτετο στο χώμα.
Αχ! μ᾽ όλην την ανδρείαν μου να ήμουν πάλι νέος·
θα ᾽βρισκε τον αντίμαχον ο λοφοσείστης Έκτωρ.
Και απ᾽ όλους τους Παναχαιούς όσ᾽ είσθε πολεμάρχοι
160τώρα κανείς στον Έκτορα ν᾽ αντισταθεί δεν θέλει».
Στου γέρου τούς ονειδισμούς εννέα σηκωθήκαν.
Πρώτος σηκώθη ο δυνατός, ο μέγας Αγαμέμνων·
κατόπιν ο ανίκητος Τυδείδης Διομήδης,
οι Αίαντες, μ᾽ αδάμαστην ζωσμένοι ανδραγαθίαν,
165ο Ιδομενεύς και ο σύντροφος εκείνου Μυριόνης,
στην δύναμιν ισόπαλος του ανδροφόνου Άρη,
ο Ευρύπυλος του Ευαίμονος λαμπρός υιός και ο Θόας
Ανδραιμονίδης και μ᾽ αυτούς ο θείος Οδυσσέας,
με τον γενναίον Έκτορα καθείς να πολεμήσει.
170Και πάλιν ο Γερήνιος ιππότης Νέστωρ είπε:
«Να τιναχθούν τώρα οι λαχνοί, να ιδούμε ποιος θα τύχει·
ότι χαράς θα ᾽ναι αφορμή στων Αχαιών το γένος
και η καρδιά του θα αισθανθεί χαράν, αν κατορθώσει
από της μάχης να σωθεί τον φοβερόν αγώνα».
175Αυτά ᾽πε κι εσημείωσε καθένας τον λαχνόν του.
Και του Ατρείδη Αγαμέμνονος τους έβαλαν στο κράνος·
και όλοι εδέοντο οι λαοί με χέρια σηκωμένα
και μάτια προς τον ουρανόν κι είπαν: «Πατέρα Δία,
δώσ᾽ τον λαχνόν του Αίαντος ή του Τυδείδ᾽ ή δώσ᾽ τον
180αυτού που στες πολύχρυσες Μυκήνες βασιλεύει».