Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (1.304-1.363)


Ὣς τώ γ᾽ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
305 ἀνστήτην, λῦσαν δ᾽ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·
Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·
Ἀτρεΐδης δ᾽ ἄρα νῆα θοὴν ἅλαδε προέρυσσεν,
ἐν δ᾽ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ᾽ ἑκατόμβην
310 βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
εἷσεν ἄγων· ἐν δ᾽ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.
Οἱ μὲν ἔπειτ᾽ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
λαοὺς δ᾽ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·
οἱ δ᾽ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
315 ἕρδον δ᾽ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
ταύρων ἠδ᾽ αἰγῶν παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο·
κνίση δ᾽ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.
Ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ᾽ Ἀγαμέμνων
λῆγ᾽ ἔριδος, τὴν πρῶτον ἐπηπείλησ᾽ Ἀχιλῆϊ,
320 ἀλλ᾽ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,
τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·
«ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·
χειρὸς ἑλόντ᾽ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·
εἰ δέ κε μὴ δώῃσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
325 ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.»
Ὣς εἰπὼν προΐει, κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε·
τὼ δ᾽ ἀέκοντε βάτην παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο,
Μυρμιδόνων δ᾽ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην.
τὸν δ᾽ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
330 ἥμενον· οὐδ᾽ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.
τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ᾽ ἐρέοντο·
αὐτὰρ ὁ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
«χαίρετε, κήρυκες, Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,
335 ἆσσον ἴτ᾽· οὔ τί μοι ὔμμες ἐπαίτιοι, ἀλλ᾽ Ἀγαμέμνων,
ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
ἀλλ᾽ ἄγε, διογενὲς Πατρόκλεες, ἔξαγε κούρην
καί σφωϊν δὸς ἄγειν· τὼ δ᾽ αὐτὼ μάρτυροι ἔστων
πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
340 καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος, εἴ ποτε δὴ αὖτε
χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
τοῖς ἄλλοις· ἦ γὰρ ὅ γ᾽ ὀλοιῇσι φρεσὶ θύει,
οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.»
345Ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ᾽ ἑταίρῳ,
ἐκ δ᾽ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
δῶκε δ᾽ ἄγειν· τὼ δ᾽ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·
ἡ δ᾽ ἀέκουσ᾽ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
350 θῖν᾽ ἔφ᾽ ἁλὸς πολιῆς, ὁρόων ἐπ᾽ ἀπείρονα πόντον·
πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·
«μῆτερ, ἐπεί μ᾽ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
Ζεὺς ὑψιβρεμέτης· νῦν δ᾽ οὐδέ με τυτθὸν ἔτεισεν·
355 ἦ γάρ μ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας.»
Ὣς φάτο δάκρυ χέων, τοῦ δ᾽ ἔκλυε πότνια μήτηρ
ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·
καρπαλίμως δ᾽ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ᾽ ὀμίχλη,
360 καί ῥα πάροιθ᾽ αὐτοῖο καθέζετο δάκρυ χέοντος,
χειρί τέ μιν κατέρεξεν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
«τέκνον, τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.»


Και αφού ελογομάχησαν, εκείνοι εσηκωθήκαν
305και διάλυσαν την σύνοδον στων Αχαιών τα πλοία.
Στες πρύμνες του και στες σκηνές εγύρισ᾽ ο Πηλείδης
και οι σύντροφοί του οπίσω του με τον Μενοιτιάδη
κι έριξ᾽ ο Ατρείδης γρήγορο στην θάλασσαν καράβι
με κουπηλάτες είκοσι κι επάνω εκατόμβην
310προς τον θεόν και ανέβασε την κόρην Χρυσηίδα·
και αρχηγός ο συνετός ανέβηκε Οδυσσέας.
Κι ενώ στα πλάτη αρμένιζαν εκείνοι της θαλάσσης,
ο Ατρείδης να καθαρισθούν παράγγειλε τα πλήθη·
κ εκείνοι εκαθαρίζονταν και τ᾽ αποπλύματ᾽ όλα
315έριχναν μες στην θάλασσαν, και τέλειες εκατόμβες
ταύρων κι ερίφων έκαιαν ακρόγιαλα του Φοίβου
και ανέβαιν᾽ ως τον ουρανόν καπνός ευωδιασμένος.
Τούτα ενεργούσαν στον στρατόν, και ασάλευτος ο Ατρείδης
σ᾽ ό,τι εφοβέρισε απ᾽ αρχής να κάμει του Αχιλλέως
320είπε προς τον Ταλθύβιον και προς τον Ευρυβάτην,
που ήσαν αυτοί κήρυκες και ακόλουθοι δικοί του:
«Εις του Πηλείδη την σκηνήν αμέτε, του Αχιλλέως,
και από το χέρι πάρετε την κόρην Βρισηίδα,
και αν δεν την δώσει, με πολλούς θα έλθω να την πάρω
325εγώ· μ᾽ αυτό χειρότερα θα ταραχθεί η ψυχή του».
Είπε και τους ξαπόστειλε με δυνατές φοβέρες·
άθελα εκείνοι παίρνοντας την άκραν της θαλάσσης
στων Μυρμιδόνων τες σκηνές και τα καράβια φθάσαν.
Καθήμενον εις την σκηνήν σιμά και στο καράβι
330τον ήβραν και να τους ιδεί δεν χάρηκε ο Πηλείδης.
Τότε από φόβον κι εντροπήν εμπρός στον βασιλέα
εκείνοι εμέναν άφωνοι και δεν τον ερωτούσαν·
τους νόησε και «χαίρετε, ω κήρυκες», τους είπε,
«αγγελιοφόροι του Διός και των θνητών ανθρώπων·
335ελατ᾽ εμπρός, δεν φταίτε σεις, ο Αγαμέμνων φταίει
πόστειλε σας να πάρετε την κόρην του Βρισέως.
Πάτροκλε διογέννητε, την κόρην έξω βγάλε
και να την πάρουν δώσε την· και ας είναι αυτοί μαρτύροι
προς τους θεούς, προς τους θνητούς και προς τον βασιλέα
340εκείνον τον σκληρόψυχον, αν ποτέ φθάσει ανάγκη
από αχρείον όλεθρον να σώσω εγώ τους άλλους·
τωόντι αυτός λυσσομανεί με λογικά χαμένα
και δεν γνωρίζει τα εμπρός να ιδεί και τα κατόπι,
πώς να του μάχοντ᾽ οι Αχαιοί γεροί σιμά στα πλοία».
345Και απ᾽ την σκηνήν ο Πάτροκλος την κόρην Βρισηίδα
έβγαλε και την έδωκε στα χέρια των κηρύκων,
κι ευθύς εκείνοι γύρισαν στων Αχαιών τα πλοία,
κι η ωραία κόρη εβάδιζε κατόπι λυπημένη·
τότε ο Πηλείδης έκλαιγε και στ᾽ ακρογιάλι μόνος
350καθήμενος εκοίταζε τ᾽ απέραντα πελάγη
και θερμοευχήθη της μητρός απλώνοντας τα χέρια:
«Μητέρ᾽, αφού κοντόχρονον με έχεις γεννημένον,
έπρεπε καν ο βροντητής να μου χαρίσει ο Δίας
τιμήν και αντίς ολότελα δεν μ᾽ έχει αυτός τιμήσει·
355ιδού τώρα με ατίμασεν ο μέγας Αγαμέμνων,
ότι μου άρπαξεν αυτός το δώρο μου και το ᾽χει».
Είπε με δάκρυα και η σεπτή τον άκουσε μητέρα
στα βάθη όπ᾽ έμενε σιμά στον γέροντα γονέα
και σαν ομίχλη ανέβηκε μέσ᾽ από τ᾽ άσπρο κύμα.
360Στο πλάγι αυτού που έκλαιεν εκάθισεν η θεία,
τον χάιδεψε, κατ᾽ όνομα τον έκραξε και του ᾽πε:
«Τι κλαις, παιδί μου, στην καρδιά ποια λύπη σ᾽ ήβρε; Ειπέ μου
ευθύς, μη το ᾽χεις μυστικό, κι εγώ να το γνωρίσω».