Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΔΗΜΟΣΘΕΝΗΣ
Ὀλυνθιακὸς β΄ (2) (22-30)
[22] Εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον εὐτυχοῦνθ᾽ ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνθρώπου λογισμῷ χρῆται· μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ τὸ ὅλον ἡ τύχη παρὰ πάντ᾽ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα· οὐ μὴν ἀλλ᾽ ἔγωγε, εἴ τις αἵρεσίν μοι δοίη, τὴν τῆς ἡμετέρας πόλεως τύχην ἂν ἑλοίμην, ἐθελόντων ἃ προσήκει ποιεῖν ὑμῶν αὐτῶν καὶ κατὰ μικρόν, ἢ τὴν ἐκείνου· πολὺ γὰρ πλείους ἀφορμὰς εἰς τὸ τὴν παρὰ τῶν θεῶν εὔνοιαν ἔχειν ὁρῶ ὑμῖν ἐνούσας ἢ ᾽κείνῳ. [23] ἀλλ᾽, οἶμαι, καθήμεθ᾽ οὐδὲν ποιοῦντες· οὐκ ἔνι δ᾽ αὐτὸν ἀργοῦντ᾽ οὐδὲ τοῖς φίλοις ἐπιτάττειν ὑπὲρ αὑτοῦ τι ποιεῖν, μή τί γε δὴ τοῖς θεοῖς. οὐ δὴ θαυμαστόν ἐστιν, εἰ στρατευόμενος καὶ πονῶν ἐκεῖνος αὐτὸς καὶ παρὼν ἐφ᾽ ἅπασι καὶ μήτε καιρὸν μήθ᾽ ὥραν παραλείπων ἡμῶν μελλόντων καὶ ψηφιζομένων καὶ πυνθανομένων περιγίγνεται. οὐδὲ θαυμάζω τοῦτ᾽ ἐγώ· τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ μηδὲν ποιοῦντες ἡμεῖς ὧν τοῖς πολεμοῦσι προσήκει τοῦ πάντα ποιοῦντος περιῆμεν. [24] ἀλλ᾽ ἐκεῖνο θαυμάζω, εἰ Λακεδαιμονίοις μέν ποτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὲρ τῶν Ἑλληνικῶν δικαίων ἀντήρατε, καὶ πόλλ᾽ ἰδίᾳ πλεονεκτῆσαι πολλάκις ὑμῖν ἐξὸν οὐκ ἠθελήσατε, ἀλλ᾽ ἵν᾽ οἱ ἄλλοι τύχωσι τῶν δικαίων, τὰ ὑμέτερ᾽ αὐτῶν ἀνηλίσκετ᾽ εἰσφέροντες καὶ προυκινδυνεύετε στρατευόμενοι, νυνὶ δ᾽ ὀκνεῖτ᾽ ἐξιέναι καὶ μέλλετ᾽ εἰσφέρειν ὑπὲρ τῶν ὑμετέρων αὐτῶν κτημάτων, καὶ τοὺς μὲν ἄλλους σεσώκατε πολλάκις πάντας καὶ καθ᾽ ἕν᾽ αὐτῶν ἐν μέρει, τὰ δ᾽ ὑμέτερ᾽ αὐτῶν ἀπολωλεκότες κάθησθε. [25] ταῦτα θαυμάζω, κἄτι πρὸς τούτοις, εἰ μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δύναται λογίσασθαι πόσον πολεμεῖτε χρόνον Φιλίππῳ, καὶ τί ποιούντων ὑμῶν ὁ χρόνος διελήλυθεν οὗτος. ἴστε γὰρ δήπου τοῦθ᾽, ὅτι μελλόντων αὐτῶν, ἑτέρους τινὰς ἐλπιζόντων πράξειν, αἰτιωμένων ἀλλήλους, κρινόντων, πάλιν ἐλπιζόντων, σχεδὸν ταὔθ᾽ ἅπερ νυνὶ ποιούντων, ἅπας ὁ χρόνος διελήλυθεν. [26] εἶθ᾽ οὕτως ἀγνωμόνως ἔχετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ὥστε δι᾽ ὧν ἐκ χρηστῶν φαῦλα τὰ πράγματα τῆς πόλεως γέγονεν, διὰ τούτων ἐλπίζετε τῶν αὐτῶν πράξεων ἐκ φαύλων αὐτὰ χρηστὰ γενήσεσθαι; ἀλλ᾽ οὔτ᾽ εὔλογον οὔτ᾽ ἔχον ἐστὶ φύσιν τοῦτό γε· πολὺ γὰρ ῥᾷον ἔχοντας φυλάττειν ἢ κτήσασθαι πάντα πέφυκεν. νῦν δ᾽ ὅ τι μὲν φυλάξομεν, οὐδέν ἐσθ᾽ ὑπὸ τοῦ πολέμου λοιπὸν τῶν πρότερον, κτήσασθαι δὲ δεῖ. αὐτῶν οὖν ἡμῶν ἔργον τοῦτ᾽ ἤδη. [27] φημὶ δὴ δεῖν εἰσφέρειν χρήματα, αὐτοὺς ἐξιέναι προθύμως, μηδέν᾽ αἰτιᾶσθαι πρὶν ἂν τῶν πραγμάτων κρατήσητε, τηνικαῦτα δ᾽ ἀπ᾽ αὐτῶν τῶν ἔργων κρίναντας τοὺς μὲν ἀξίους ἐπαίνου τιμᾶν, τοὺς δ᾽ ἀδικοῦντας κολάζειν, τὰς προφάσεις δ᾽ ἀφελεῖν καὶ τὰ καθ᾽ ὑμᾶς ἐλλείμματα· οὐ γὰρ ἔστι πικρῶς ἐξετάσαι τί πέπρακται τοῖς ἄλλοις, ἂν μὴ παρ᾽ ὑμῶν αὐτῶν πρῶτον ὑπάρξῃ τὰ δέοντα. [28] τίνος γὰρ εἵνεκ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζετε τοῦτον μὲν φεύγειν τὸν πόλεμον πάντας ὅσους ἂν ἐκπέμψητε στρατηγούς, ἰδίους δ᾽ εὑρίσκειν πολέμους, εἰ δεῖ τι τῶν ὄντων καὶ περὶ τῶν στρατηγῶν εἰπεῖν; ὅτι ἐνταῦθα μέν ἐστι τἆθλ᾽ ὑπὲρ ὧν ἐστιν ὁ πόλεμος ὑμέτερα (Ἀμφίπολίς γ᾽ ἂν ληφθῇ, παραχρῆμ᾽ ὑμεῖς κομιεῖσθε), οἱ δὲ κίνδυνοι τῶν ἐφεστηκότων ἴδιοι, μισθὸς δ᾽ οὐκ ἔστιν· ἐκεῖ δὲ κίνδυνοι μὲν ἐλάττους, τὰ δὲ λήμματα τῶν ἐφεστηκότων καὶ τῶν στρατιωτῶν, Λάμψακος, Σίγειον, τὰ πλοῖ᾽ ἃ συλῶσιν. ἐπ᾽ οὖν τὸ λυσιτελοῦν αὑτοῖς ἕκαστοι χωροῦσιν. [29] ὑμεῖς δ᾽, ὅταν μὲν εἰς τὰ πράγματ᾽ ἀποβλέψητε φαύλως ἔχοντα, τοὺς ἐφεστηκότας κρίνετε, ὅταν δὲ δόντες λόγον τὰς ἀνάγκας ἀκούσητε ταύτας, ἀφίετε. περίεστι τοίνυν ὑμῖν ἀλλήλοις ἐρίζειν καὶ διεστάναι, τοῖς μὲν ταῦτα πεπεισμένοις, τοῖς δὲ ταῦτα, τὰ κοινὰ δ᾽ ἔχειν φαύλως. πρότερον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, κατὰ συμμορίας εἰσεφέρετε, νυνὶ δὲ πολιτεύεσθε κατὰ συμμορίας. ῥήτωρ ἡγεμὼν ἑκατέρων, καὶ στρατηγὸς ὑπὸ τούτῳ καὶ οἱ βοησόμενοι, οἱ τριακόσιοι· οἱ δ᾽ ἄλλοι προσνενέμησθε οἱ μὲν ὡς τούτους, οἱ δ᾽ ὡς ἐκείνους. [30] δεῖ δὴ ταῦτ᾽ ἐπανέντας καὶ ὑμῶν αὐτῶν ἔτι καὶ νῦν γενομένους κοινὸν καὶ τὸ βουλεύεσθαι καὶ τὸ λέγειν καὶ τὸ πράττειν ποιῆσαι. εἰ δὲ τοῖς μὲν ὥσπερ ἐκ τυραννίδος ὑμῶν ἐπιτάττειν ἀποδώσετε, τοῖς δ᾽ ἀναγκάζεσθαι τριηραρχεῖν, εἰσφέρειν, στρατεύεσθαι, τοῖς δὲ ψηφίζεσθαι κατὰ τούτων μόνον, ἄλλο δὲ μηδ᾽ ὁτιοῦν συμπονεῖν, οὐχὶ γενήσεται τῶν δεόντων ἡμῖν οὐδὲν ἐν καιρῷ· τὸ γὰρ ἠδικημένον ἀεὶ μέρος ἐλλείψει, εἶθ᾽ ὑμῖν τούτους κολάζειν ἀντὶ τῶν ἐχθρῶν ἐξέσται. |
[22] Αν κάποιος από σας, Αθηναίοι, βλέποντας τον Φίλιππο να τον βοηθά η τύχη, πιστεύει ότι γι᾽ αυτό το λόγο είναι επικίνδυνο να τον πολεμήσει, σκέφτεται ως φρόνιμος άνθρωπος. Γιατί είναι μεγάλη η επιρροή της τύχης, μάλλον είναι το παν σε όλες τις εκφάνσεις της ανθρώπινης ζωής. Ωστόσο, εγώ τουλάχιστον, αν κάποιος μου έδινε δυνατότητα επιλογής, θα προτιμούσα την τύχη της πόλης μας παρά την τύχη εκείνου, εφόσον εσείς είστε διατεθειμένοι να κάνετε έστω και κατ᾽ ελάχιστον αυτά που πρέπει. Γιατί βλέπω ότι σε σας υπάρχουν πολύ περισσότεροι λόγοι από ό,τι σ᾽ εκείνον ώστε να έχετε την εύνοια των θεών. [23] Αλλά, νομίζω, καθόμαστε χωρίς να κάνουμε τίποτε. Και όταν κάποιος δεν κινείται ο ίδιος, δεν μπορεί να ζητάει από τους φίλους να κάνουν κάτι για λογαριασμό του, πολύ λιγότερο βέβαια από τους θεούς. Δεν είναι λοιπόν παράξενο που, εκστρατεύοντας ο ίδιος προσωπικά και μοχθώντας και όντας πανταχού παρών, χωρίς να χάνει ευκαιρία ούτε στιγμή, υπερισχύει έναντι ημών, οι οποίοι αναβάλλουμε, βγάζουμε ψηφίσματα και συγκεντρώνουμε κάθε φορά πληροφορίες. Ούτε καν με εκπλήσσει αυτό. Το αντίθετο μάλιστα θα ήταν παράξενο, αν εμείς, χωρίς να κάνουμε τίποτε απ᾽ όσα επιβάλλεται σ᾽ αυτούς που πολεμούν, νικούσαμε αυτόν που κάνει τα πάντα. |