ΚΛ. τί δ᾽, ἢν ἀφιῶσ᾽ ἅνδρες ἡμᾶς, ὦ μέλε;
ΛΥ. τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.
ΚΛ. φλυαρία ταῦτ᾽ ἐστὶ τὰ μεμιμημένα.
160ἐὰν λαβόντες δ᾽ εἰς τὸ δωμάτιον βίᾳ
ἕλκωσιν ἡμᾶς; ΛΥ. ἀντέχου σὺ τῶν θυρῶν.
ΚΛ. ἐὰν δὲ τύπτωσιν; ΛΥ. παρέχειν χρὴ κακὰ κακῶς·
οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν.
κἄλλως ὀδυνᾶν χρή· κἀμέλει ταχέως πάνυ
165ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτ᾽ εὐφρανθήσεται
ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.
ΚΛ. εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.
ΛΑ. καὶ τὼς μὲν ἁμὼς ἄνδρας ἁμὲς πείσομες
παντᾶ δικαίως ἄδολον εἰράναν ἄγην·
170τὸν τῶν Ἀσαναίων γα μὰν ῥυἅχετον
πᾶ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;
ΛΥ. ἡμεῖς ἀμέλει σοι τά γε παρ᾽ ἡμῖν πείσομεν.
ΛΑ. οὔχ, ἇς πόδας γ᾽ ἔχωντι ταὶ τριήρεες
καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.
175ΛΥ. ἀλλ᾽ ἔστι καὶ τοῦτ᾽ εὖ παρεσκευασμένον·
καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.
ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν,
ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα,
θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.
180ΛΑ. πάντ᾽ εὖ κ᾽ ἔχοι· καὶ τᾶδε γὰρ λέγεις καλῶς.
ΛΥ. τί δῆτα ταῦτ᾽ οὐχ ὡς τάχιστα, Λαμπιτοῖ,
ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;
ΛΑ. πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.
ΛΥ. καλῶς λέγεις. ποῦ ᾽σθ᾽ ἡ Σκύθαινα; ποῖ βλέπεις;
185θὲς εἰς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα,
καί μοι δότω τὰ τόμιά τις. ΚΛ. Λυσιστράτη,
τίν᾽ ὅρκον ὁρκώσεις ποθ᾽ ἡμᾶς; ΛΥ. ὅντινα;
εἰς ἀσπίδ᾽, ὥσπερ, φασίν, Αἰσχύλος ποτέ,
μηλοσφαγούσας. ΚΛ. μὴ σύ γ᾽, ὦ Λυσιστράτη,
190εἰς ἀσπίδ᾽ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.
ΛΥ. τίς ἂν οὖν γένοιτ᾽ ἂν ὅρκος; ἢ λευκόν ποθεν
ἵππον λαβοῦσαι τόμιον ἐντεμώμεθα;
ΚΛ. ποῖ λευκὸν ἵππον; ΛΥ. ἀλλὰ πῶς ὀμούμεθα
ἡμεῖς; ΚΛ. ἐγώ σοι νὴ Δί᾽, ἢν βούλῃ, φράσω.
195θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,
μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον
ὀμόσωμεν εἰς τὴν κύλικα μὴ ᾽πιχεῖν ὕδωρ.
ΛΑ. φεῦ δᾶ, τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.
ΛΥ. φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.
200ΚΛ. ὦ φίλταται γυναῖκες, ‹ὁ› κεραμὼν ὅσος.
ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.
ΛΥ. καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.
δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,
τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.
205ΚΛ. εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.
ΛΑ. καὶ μὰν ποτόδδει γ᾽ ἁδὺ ναὶ τὸν Κάστορα.
|