ΠΕΝΘΕΥΣ
215 ἔκδημος ὢν μὲν τῆσδ᾽ ἐτύγχανον χθονός,
κλύω δὲ νεοχμὰ τήνδ᾽ ἀνὰ πτόλιν κακά,
γυναῖκας ἡμῖν δώματ᾽ ἐκλελοιπέναι
πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις
ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα
220 Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς,
πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἱστάναι
κρατῆρας, ἄλλην δ᾽ ἄλλοσ᾽ εἰς ἐρημίαν
πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,
πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους,
225 τὴν δ᾽ Ἀφροδίτην πρόσθ᾽ ἄγειν τοῦ Βακχίου.
ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας
σώιζουσι πανδήμοισι πρόσπολοι στέγαις·
ὅσαι δ᾽ ἄπεισιν, ἐξ ὄρους θηράσομαι,
[Ἰνώ τ᾽ Ἀγαυήν θ᾽, ἥ μ᾽ ἔτικτ᾽ Ἐχίονι,
230 Ἀκταίονός τε μητέρ᾽, Αὐτονόην λέγω,]
καί σφας σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν
παύσω κακούργου τῆσδε βακχείας τάχα.
λέγουσι δ᾽ ὥς τις εἰσελήλυθε ξένος,
γόης ἐπωιδὸς Λυδίας ἀπὸ χθονός,
235 ξανθοῖσι βοστρύχοισιν εὔοσμος κόμην,
οἰνωπός, ὄσσοις χάριτας Ἀφροδίτης ἔχων,
ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται
τελετὰς προτείνων εὐίους νεάνισιν.
εἰ δ᾽ αὐτὸν εἴσω τῆσδε λήψομαι χθονός,
240 παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε
κόμας, τράχηλον σώματος χωρὶς τεμών.
ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν,
ἐκεῖνος ἐν μηρῶι ποτ᾽ ἐρράφθαι Διός·
ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις
245 σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο.
ταῦτ᾽ οὐχὶ δεινὰ κἀγχόνης ἔστ᾽ ἄξια,
ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος;
ἀτὰρ τόδ᾽ ἄλλο θαῦμα· τὸν τερασκόπον
ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ
250 πατέρα τε μητρὸς τῆς ἐμῆς, πολὺν γέλων,
νάρθηκι βακχεύοντ᾽· ἀναίνομαι, πάτερ,
τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.
οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν
θύρσου μεθήσεις χεῖρ᾽, ἐμῆς μητρὸς πάτερ;
255 σὺ ταῦτ᾽ ἔπεισας, Τειρεσία· τόνδ᾽ αὖ θέλεις
τὸν δαίμον᾽ ἀνθρώποισιν ἐσφέρων νέον
σκοπεῖν πτερωτὰ κἀμπύρων μισθοὺς φέρειν.
εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,
καθῆσ᾽ ἂν ἐν βάκχαισι δέσμιος μέσαις,
260 τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρ
ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,
οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.
ΧΟ. τῆς δυσσεβείας. ὦ ξέν᾽, οὐκ αἰδῆι θεοὺς
Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,
265 Ἐχίονος δ᾽ ὢν παῖς καταισχυνεῖς γένος;
|