Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (5.460-5.540)


460Ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,
Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθών,
εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·
υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·
«ὦ υἱεῖς Πριάμοιο, διοτρεφέος βασιλῆος,
465 ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;
ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;
κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ,
Αἰνείας, υἱὸς μεγαλήτορος Ἀγχίσαο·
ἀλλ᾽ ἄγετ᾽ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.»
470Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
ἔνθ᾽ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·
«Ἕκτορ, πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;
φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ᾽ ἐπικούρων
οἶος, σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
475 τῶν νῦν οὔ τιν᾽ ἐγὼ ἰδέειν δύναμ᾽ οὐδὲ νοῆσαι,
ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·
ἡμεῖς δὲ μαχόμεσθ᾽, οἵ πέρ τ᾽ ἐπίκουροι ἔνειμεν.
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·
τηλοῦ γὰρ Λυκίη, Ξάνθῳ ἔπι δινήεντι,
480 ἔνθ᾽ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ᾽ ἐπιδευής.
ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον᾽ αὐτὸς
ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
οἷόν κ᾽ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·
485 τύνη δ᾽ ἕστηκας, ἀτὰρ οὐδ᾽ ἄλλοισι κελεύεις
λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
μή πως, ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου,
ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·
οἱ δὲ τάχ᾽ ἐκπέρσουσ᾽ εὖ ναιομένην πόλιν ὑμήν.
490 σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτας τε καὶ ἦμαρ,
ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων
νωλεμέως ἐχέμεν, κρατερὴν δ᾽ ἀποθέσθαι ἐνιπήν.»
Ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·
αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
495 πάλλων δ᾽ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ,
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
οἱ δ᾽ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
Ἀργεῖοι δ᾽ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.
ὡς δ᾽ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ᾽ ἀλωὰς
500 ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ
κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,
αἱ δ᾽ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότ᾽ Ἀχαιοὶ
λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι᾽ αὐτῶν
οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων,
505 ἂψ ἐπιμισγομένων· ὑπὸ δ᾽ ἔστρεφον ἡνιοχῆες.
οἱ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα
θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων,
πάντοσ᾽ ἐποιχόμενος· τοῦ δ᾽ ἐκραίαινεν ἐφετμὰς
Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
510 Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδ᾽ Ἀθήνην
οἰχομένην· ἡ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
αὐτὸς δ᾽ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
Αἰνείας δ᾽ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,
515 ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα
καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.
οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν
Ἄρης τε βροτολοιγὸς Ἔρις τ᾽ ἄμοτον μεμαυῖα.
Τοὺς δ᾽ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
520 ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἱ δὲ καὶ αὐτοὶ
οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,
ἀλλ᾽ ἔμενον νεφέλῃσιν ἐοικότες, ἅς τε Κρονίων
νηνεμίης ἔστησεν ἐπ᾽ ἀκροπόλοισιν ὄρεσσιν
ἀτρέμας, ὄφρ᾽ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
525 ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα
πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·
ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
Ἀτρεΐδης δ᾽ ἀν᾽ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·
«ὦ φίλοι, ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
530 ἀλλήλους τ᾽ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·
αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
φευγόντων δ᾽ οὔτ᾽ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.»
Ἦ, καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα,
Αἰνείω ἕταρον μεγαθύμου, Δηϊκόωντα
535 Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.
τόν ῥα κατ᾽ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·
ἡ δ᾽ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,
νειαίρῃ δ᾽ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·
540 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.


460Είπε κι εκάθισεν αυτός στην άκρην της Περγάμου·
κι ο Άρης τον Ακάμαντα τον Θράκα βασιλέα
όμοιασε κι εκινούσ᾽ εμπρό τες φάλαγγες των Τρώων·
και στους Πριαμίδες φώναξε: «Διοθρέπτου βασιλέως,
ω τέκνα, του Πριάμου σεις διόθρεπτα, και ως πότε
465θ᾽ αφήσετε απ᾽ τους Αχαιούς να σφάζεται ο λαός σας;
Να φθάσ᾽ η μάχη θέλετε στες πύλες; Έπεσ᾽ άνδρας
που σαν τον θείον Έκτορα δοξάζαμεν, ο Αινείας,
του Αγχίση υιός του δοξαστού· προφθάστε, κινηθείτε
τον δοξαστόν μας σύντροφον να σώσομε απ᾽ τον κτύπον».
470Είπε και εις όλους αύξησεν εις την καρδιά το θάρρος·
τότε αποπήρε ο Σαρπηδών τον Έκτορα τον θείον:
«Έκτωρ, πού είναι η πρώτη σου μεγάλη ανδραγαθία;
Χωρίς λαούς, χωρίς βοηθούς είπες να σώσεις μόνος
την πόλιν συ με τους γαμβρούς και με τους αδελφούς σου·
475και αυτών κανένα τώρα εγώ δεν βλέπω, δεν ξανοίγω,
αλλ᾽ ωσάν σκύλοι κρύβονται, πόχουν λεοντάρι εμπρός τους,
κι εμείς όσ᾽ είμασθε βοηθοί, τον πόλεμον κρατούμεν.
Των βοηθών είμαι κι εγώ, πολύ μακρόθεν ήλθα.
Πέρα στου Ξάνθου τες ροές επάνω είν᾽ η Λυκία,
480ποθητήν όπου σύντροφον και βρέφος έχω αφήσει
και πολύ βιο που το ποθούν εκείνοι που δεν το ᾽χουν.
Και όμως εγώ παρακινώ στην μάχην τους Λυκίους
και ατός μου αντίπαλον ζητώ, αν και δεν έχω πράγμα
να μου αφαιρέσουν οι Αχαιοί ή πέρα να το πάρουν.
485Συ στέκεις, ουδέ τους λαούς παρακινείς τους άλλους
γυναίκες και παιδία τους μ᾽ ανδρειά να υπερασπίσουν·
και, ως από δίκτυ ολάρπαγο πιασμένοι στες θηλιές τους,
μην ηύρεμα και σπάραγμα γενήτ᾽ εχθρών ανθρώπων·
και την ωραίαν πόλιν σας γρήγορ᾽ αυτοί θα πάρουν.
490Κι όλ᾽ αυτά πρέπει να ᾽χεις συ στον νουν σου νύκτα ημέρα
τους άρχους να παρακαλείς των ξένων βοηθών σου
ν᾽ ανδρειευθούν· τότε κανείς δεν θέλει σ᾽ ονειδίσει».
Οι λόγοι αυτοί κατάκαρδα τον Έκτορα πληγώσαν·
και από τ᾽ αμάξι εβρόντησε στην γην αρματωμένος,
495δυο λόγχες σείει και παντού στο στράτευμα γυρίζει,
στην μάχην σπρώχνει και δεινήν πολέμου φλόγ᾽ ανάφτει.
Στρέψαν κι ενάντια στήθηκαν των Αχαιών οι Τρώες
κι οι Αργείοι τους απάντησαν πυκνοί και δεν δειλιάσαν,
καθώς οπόταν στα ιερά τ᾽ αλώνια που λιχνίζουν,
500τ᾽ άχυρα παίρν᾽ ο άνεμος και ως σπρώχνουν οι αέρες,
τ᾽ άχυρο η ξανθή Δήμητρα και τον καρπόν χωρίζει
και ασπρίζουν όλες οι αχυριές· ομοίως άσπριζ᾽ όλους
τους Αχαιούς ο κονιορτός, που ως τ᾽ ουρανού τον θόλον
τον χάλκινον εσήκωνε ποδόκτυπος των ίππων
505οπού στην σμίξην έμπαζαν οπίσω οι κυβερνήτες,
κι ίσια τον κτύπον έφερναν· και βοηθός των Τρώων
ο άγριος Άρης κύκλωσε με σκότος τον αγώνα,
παντού φερόμενος· μ᾽ αυτό προστάγματα ενεργούσε
του χρυσοξίφου Απόλλωνος που του᾽΄χε παραγγείλει
510τους Τρώας να εμψυχώσει ευθύς άμ᾽ είδεν ότι η Αθήνη
αναχωρούσε, η βοηθός των Δαναών· κι εκείνος
έστειλε από το πάμπλουτον ιερόν του τον Αινείαν
και θάρρος του ᾽βαλε πολύ στα στήθη και κατέβη
ο Αινείας στους συντρόφους του· χαρά τούς πήρε άμ᾽ είδαν
515τον αρχηγόν τους ζωντανόν, γερόν κι εμψυχωμένον,
αλλά δεν τον ερώτησαν ότ᾽ είχαν τον αγώνα
που ο Φοίβος ο αργυρότοξος τους άναψε και ο Άρης
ο φονικός και η λυσσερή της Έριδος μανία.
Οι Αίαντες, ο Οδυσσεύς κινούσαν και ο Τυδείδης
520στον πόλεμον τους Δαναούς· και τούτοι αφ᾽ εαυτού των
στους κτύπους και στον θόρυβον των Τρώων δεν δειλιάζαν,
άλλ᾽ έμεναν ως σύννεφα οπού ο Κρονίδης σταίνει
εις των βουνών τες κορυφές με την ανανεμίαν,
ατάραχ᾽ όσο του Βοριά και των σφοδρών ανέμων
525όλων κοιμάται η δύναμις, που εκείνοι διασκεδάζουν
με το ηχηρό τους φύσημα τα σκιοφόρα νέφη·
ατάρακτ᾽ έτσι οι Δαναοί τους Τρώας απαντούσαν·
και μες στα πλήθη εγύριζε κι ενουθετούσ᾽ ο Ατρείδης:
«Άνδρες, σταθείτε· κάμετε, φίλοι, καρδιά και θάρρος,
530ένας τον άλλον στους δεινούς αγώνες εντραπείτε·
να σώσει δύνατ᾽ η εντροπή τους άνδρες, όχι ο φόβος.
Και σ᾽ όσους᾽ φεύγουν δύναμις και δόξα δεν γεννάται».
Είπε και τον Δηικόωντα, τον σύντροφον του Αινεία,
τον Περγασίδην κτύπησε μ᾽ ακόντι στους προμάχους,
535που ως του Πριάμου τα παιδιά σέβονταν όλ᾽ οι Τρώες,
ότι εμαχόνταν πρόθυμος στην πρώτην τάξιν πρώτος.
Αυτόν μ᾽ ακόντι κτύπησεν ο Ατρείδης στην ασπίδα
και στον χαλκόν δεν βάσταξεν η ασπίδα, αλλ᾽ ετρυπήθη
και τον ζωστήρα επέρασεν ως την γαστέρα η λόγχη·
540πέφτει με βρόντο και αντηχούν επάνω τ᾽ άρματά του.