Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (5.297-5.374)


Αἰνείας δ᾽ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ,
δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,
300 πρόσθε δέ οἱ δόρυ τ᾽ ἔσχε καὶ ἀσπίδα πάντοσ᾽ ἐΐσην,
τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ᾽ ἀντίος ἔλθοι,
σμερδαλέα ἰάχων· ὁ δὲ χερμάδιον λάβε χειρὶ
Τυδεΐδης, μέγα ἔργον, ὁ οὐ δύο γ᾽ ἄνδρε φέροιεν,
οἷοι νῦν βροτοί εἰσ᾽· ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος.
305 τῷ βάλεν Αἰνείαο κατ᾽ ἰσχίον, ἔνθα τε μηρὸς
ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·
θλάσσε δέ οἱ κοτύλην, πρὸς δ᾽ ἄμφω ῥῆξε τένοντε·
ὦσε δ᾽ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γ᾽ ἥρως
ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
310 γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
Καί νύ κεν ἔνθ᾽ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,
εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,
μήτηρ, ἥ μιν ὑπ᾽ Ἀγχίσῃ τέκε βουκολέοντι·
ἀμφὶ δ᾽ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,
315 πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμ᾽ ἐκάλυψεν,
ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων
χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
Ἡ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·
οὐδ᾽ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων
320 τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,
ἀλλ᾽ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
νόσφιν ἀπὸ φλοίσβου, ἐξ ἄντυγος ἡνία τείνας,
Αἰνείαο δ᾽ ἐπαΐξας καλλίτριχας ἵππους
ἐξέλασε Τρώων μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς.
325 δῶκε δὲ Δηϊπύλῳ, ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
τῖεν ὁμηλικίης, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γ᾽ ἥρως
ὧν ἵππων ἐπιβὰς ἔλαβ᾽ ἡνία σιγαλόεντα,
αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
330 ἐμμεμαώς· ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ,
γιγνώσκων ὅ τ᾽ ἄναλκις ἔην θεός, οὐδὲ θεάων
τάων αἵ τ᾽ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
οὔτ᾽ ἄρ᾽ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκίχανε πολὺν καθ᾽ ὅμιλον ὀπάζων,
335 ἔνθ᾽ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
πρυμνὸν ὕπερ θέναρος· ῥέε δ᾽ ἄμβροτον αἷμα θεοῖο,
340 ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·
οὐ γὰρ σῖτον ἔδουσ᾽, οὐ πίνουσ᾽ αἴθοπα οἶνον,
τοὔνεκ᾽ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
ἡ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·
καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
345 κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων
χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
τῇ δ᾽ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·
«εἶκε, Διὸς θύγατερ, πολέμου καὶ δηϊοτῆτος·
ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
350 εἰ δὲ σύ γ᾽ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σ᾽ ὀΐω
ῥιγήσειν πόλεμόν γε καὶ εἴ χ᾽ ἑτέρωθι πύθηαι.»
Ὣς ἔφαθ᾽, ἡ δ᾽ ἀλύουσ᾽ ἀπεβήσετο, τείρετο δ᾽ αἰνῶς·
τὴν μὲν ἄρ᾽ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ᾽ ὁμίλου
ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
355 εὗρεν ἔπειτα μάχης ἐπ᾽ ἀριστερὰ θοῦρον Ἄρηα
ἥμενον· ἠέρι δ᾽ ἔγχος ἐκέκλιτο καὶ ταχέ᾽ ἵππω·
ἡ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
«φίλε κασίγνητε, κόμισαί τέ με δός δέ μοι ἵππους,
360 ὄφρ᾽ ἐς Ὄλυμπον ἵκωμαι, ἵν᾽ ἀθανάτων ἕδος ἐστί.
λίην ἄχθομαι ἕλκος, ὅ με βροτὸς οὔτασεν ἀνήρ,
Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.»
Ὣς φάτο, τῇ δ᾽ ἄρ᾽ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·
ἡ δ᾽ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
365 πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
μάστιξεν δ᾽ ἐλάαν, τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην.
αἶψα δ᾽ ἔπειθ᾽ ἵκοντο θεῶν ἕδος, αἰπὺν Ὄλυμπον·
ἔνθ᾽ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
λύσασ᾽ ἐξ ὀχέων, παρὰ δ᾽ ἀμβρόσιον βάλεν εἶδαρ·
370 ἡ δ᾽ ἐν γούνασι πῖπτε Διώνης δῖ᾽ Ἀφροδίτη,
μητρὸς ἑῆς· ἡ δ᾽ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἐκ τ᾽ ὀνόμαζε·
«τίς νύ σε τοιάδ᾽ ἔρεξε, φίλον τέκος, Οὐρανιώνων
μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;»


Με την ασπίδα επήδησε και το μακρύ κοντάρι
ο Αινείας, μήπως οι Αχαιοί τού πάρουν τον νεκρόν του·
και ως θαρρετό στην ρώμην του λιοντάρι διασκελούσε
300γύρω του με τ᾽ ακόντι εμπρός και την γλιστρήν ασπίδα,
έτοιμος να φονεύσει αυτόν που στον νεκρόν σιμώσει
κι εφώναζε τρομακτικά· κι εσήκωσε ο Τυδείδης
πέτραν τρανήν, θεόρατην· δεν θα την παίρναν δύο
των τωρινών θνητών και αυτός την έπαιζε και μόνος.
305Και τον Αινείαν κτύπησε μ᾽ αυτήν στο μέρος, όπου
στρέφεται ο γόφος στο μερί και λέγεται κουτάλα·
και την κουτάλα σύντριψε και τα δυο νεύρ᾽ ακόμη·
ο τραχύς λίθος τού ᾽γδαρε το δέρμα· πέφτει ο ήρως
στα γόνατά του και στην γην με το παχύ του χέρι
310στηρίχθη και τα μάτια του μαύρη σκεπάζει νύκτα.
Κι έχανε τότε την ζωήν ο βασιλεύς Αινείας,
αλλ᾽ η Αφροδίτη του Διός η κόρη ευθύς τον είδε,
οπού στων μόσχων τες βοσκές τον γέννησε του Αγχίση·
έζωσε αυτή με τες λευκές αγκάλες το παιδί της
315και ο φωτοβόλος πέπλος της στες δίπλες του τον κρύβει,
φράγμα στα βέλη, μη κανέν᾽ ακόντι χαλκοφόρο
των ταχυΐππων Δαναών τον εύρει μες στο στήθος.
Κι ενώ απ᾽ την μάχην έπαιρνε τον ποθητόν υιόν της
εκείνη, δεν λησμόνησεν ο υιός του Καπανέως
320αυτά που του παράγγειλεν ο ανδρείος Διομήδης·
και τα δικά του άλογα μακράν από τον κρότον
έστησε και τους χαλινούς προσέδεσε στ᾽ αμάξι.
Και τα καλότριχ᾽ άλογα του Αινεία παίρνει αμέσως
προς τους γενναίους Αχαιούς απ᾽ τον στρατόν των Τρώων·
325τα ᾽δωκε στον Δηίπυλον, τον σύντροφον που απ᾽ όλους
προτίμα τους ομήλικες, ότ᾽ είχαν μίαν γνώμην,
να τα οδηγήσει στα βαθιά καράβια· τότ᾽ ο ήρως
στ᾽ αμάξι ανέβη κι έπιασε τα ολόλαμπρα λουρία
και τα στερεόποδ᾽ άλογα προς τον Τυδείδην σπρώχνει.
330Τούτος την Κύπριν μ᾽ άπονο κοντάρι εκυνηγούσε,
ότ᾽ ήξευρε που ᾽ν᾽ άνανδρη θεά και δεν ομοιάζει
με τες θεές, οπού αρχηγούν στην μάχην των ανδρείων,
ούτε η πορθήτρα Ενυώ, ούτε η Παλλάς Αθήνη.
Αλλ᾽ ότε την επρόφθασε στο μέγα πλήθος μέσα
335τινάχθη, επήδησ᾽ ο υιός του θαυμαστού Τυδέως
και με τ᾽ ακόντι εσκάρφισε το τρυφερό της χέρι·
τον πέπλον της, αμβρόσιον υφάδι των Χαρίτων,
πέρασ᾽ η λόγχη κι εύρηκε την άκρην της παλάμης·
ρέει το αίμα της θεάς και άφθαρτον είν᾽ εκείνο,
340το έχουν μόν᾽ οι μάκαρες θεοί και ιχώρ το λέγουν·
οίνον δεν πίνουν οι θεοί, μήτε σιτάρι τρώγουν,
κι είναι δια τούτο αναίματοι και αθάνατοι καλούνται.
Φώναξ᾽ εκείνη θλιβερά και αφήνει τον υιόν της·
στα χέρια του τον σήκωσεν ο Απόλλων και με νέφος
345μαύρο τον ζώνει, μη κανέν᾽ ακόντι χαλκοφόρο
των ταχυΐππων Δαναών τον εύρει μες στο στήθος.
Μακράν τότ᾽ έσυρε κραυγήν ο ανδρείος Διομήδης:
«Φεύγε, ω κόρη του Διός, της μάχης τους αγώνες.
Ή δεν σου αρκεί που ξεπλανάς τες άνανδρες γυναίκες;
350Θαρρώ πως αν εις πόλεμον και πάλιν λάβεις μέρος,
θ᾽ ανατριχιάς κι εάν μακράν δια πόλεμον ακούσεις».
Αυτά ᾽πε κι έφευγε η θεά με ζάλην και με πόνους
σκληρούς κι εγίνη μελανό το ρόδινό της σώμα·
κι η Ίρις η ανεμόποδη την πήρε από το πλήθος
355τον άγριον Άρη αριστερά της μάχης καθισμένον
ήβρε· και ομίχλη σκέπαζε την λόγχην και τους ίππους.
Τότ᾽ εγονάτισε η θεά και από τον αδελφόν της
τα χρυσοστέφαν᾽ άλογα πολύ θερμά ζητούσε:
«Γλυκέ, βοήθα με, αδελφέ, και δώσ᾽ μου τ᾽ άλογά σου
360να μεταβώ στον Όλυμπον, έδραν των αθανάτων·
πληγή με σφάζει οπού θνητός μού έκαμε, ο Τυδείδης,
που τώρα μάχην θα ᾽καμνε και στον πατέρα Δία».
Τα χρυσοστέφαν᾽ άλογα της έδωκεν ο Άρης·
στ᾽ αμάξι ανέβ᾽ η θλιβερή· στο πλάγι της η Ίρις
365κάθισε και τους χαλινούς στα χέρια της επήρε·
κτυπά κι εκείνα πρόθυμα πετούν και γοργά φθάνουν
εις τον υψηλόν Όλυμπον, των αθανάτων έδραν·
τ᾽ άλογ᾽ αυτού σταμάτησεν η ανεμόποδ᾽ Ίρις
και αφού τα ξέζεψε, τροφήν τους έβαλε αμβροσίαν·
370κι η Αφροδίτη έπεσε στον κόλπον της μητρός της
Διώνης· τούτη αγκάλιασε την ποθητήν της κόρην,
με το χέρι την χάιδευσε κι είπε σ᾽ αυτήν: «Παιδί μου,
ποιος των θεών τόσ᾽ άπρεπα σου ᾽καμε αυτά που βλέπω,
ως να ᾽χε σ᾽ έβρει φανερά κάποιο κακό να κάμνεις; »