Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (1.188-1.244)


Ὣς φάτο· Πηλεΐωνι δ᾽ ἄχος γένετ᾽, ἐν δέ οἱ ἦτορ
στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
190 ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
τοὺς μὲν ἀναστήσειεν, ὁ δ᾽ Ἀτρεΐδην ἐναρίζοι,
ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.
ἧος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἕλκετο δ᾽ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ᾽ Ἀθήνη
195 οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη,
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
στῆ δ᾽ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
οἴῳ φαινομένη· τῶν δ᾽ ἄλλων οὔ τις ὁρᾶτο·
θάμβησεν δ᾽ Ἀχιλεύς, μετὰ δ᾽ ἐτράπετ᾽, αὐτίκα δ᾽ ἔγνω
200 Παλλάδ᾽ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«τίπτ᾽ αὖτ᾽, αἰγιόχοιο Διὸς τέκος, εἰλήλουθας;
ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;
ἀλλ᾽ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·
205 ᾗς ὑπεροπλίῃσι τάχ᾽ ἄν ποτε θυμὸν ὀλέσσῃ.»
Τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
«ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,
οὐρανόθεν· πρὸ δέ μ᾽ ἧκε θεὰ λευκώλενος Ἥρη
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
210 ἀλλ᾽ ἄγε λῆγ᾽ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·
ἀλλ᾽ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
ὕβριος εἵνεκα τῆσδε· σὺ δ᾽ ἴσχεο, πείθεο δ᾽ ἡμῖν.»
215Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«χρὴ μὲν σφωΐτερόν γε, θεά, ἔπος εἰρύσσασθαι,
καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·
ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ᾽ ἔκλυον αὐτοῦ.»
Ἦ καὶ ἐπ᾽ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,
220 ἂψ δ᾽ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ᾽ ἀπίθησε
μύθῳ Ἀθηναίης· ἡ δ᾽ Οὔλυμπόνδε βεβήκει
δώματ᾽ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
Πηλεΐδης δ᾽ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·
225 «οἰνοβαρές, κυνὸς ὄμματ᾽ ἔχων, κραδίην δ᾽ ἐλάφοιο,
οὔτε ποτ᾽ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
οὔτε λόχονδ᾽ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
230 δῶρ᾽ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·
δημοβόρος βασιλεύς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·
ἦ γὰρ ἄν, Ἀτρεΐδη, νῦν ὕστατα λωβήσαιο.
ἀλλ᾽ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
235 φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,
οὐδ᾽ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
φύλλα τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας
πρὸς Διὸς εἰρύαται· ὁ δέ τοι μέγας ἔσσεται ὅρκος·
240 ἦ ποτ᾽ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν
σύμπαντας· τότε δ᾽ οὔ τι δυνήσεαι ἀχνύμενός περ
χραισμεῖν, εὖτ᾽ ἂν πολλοὶ ὑφ᾽ Ἕκτορος ἀνδροφόνοιο
θνήσκοντες πίπτωσι· σὺ δ᾽ ἔνδοθι θυμὸν ἀμύξεις
χωόμενος ὅ τ᾽ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτεισας.»


Τα λόγια τούτα επλήγωσαν τα σπλάχνα του Αχιλλέως
κι έστρεψε δύο στοχασμούς μες στα δασιά του στήθη·
190ή θε να σύρει απ᾽ το πλευρό το ακονισμένο ξίφος
και αφού σκορπίσει όλους εκεί, να σφάξει τον Ατρείδην,
ή να σιγάσει την οργήν κρατώντας την ψυχήν του·
κι αυτά ως διαλογίζονταν στον νουν και από την θήκην
το μέγα ξίφος έσερνε, κατέβηκε ουρανόθεν
195η Αθηνά, την έστελνεν η Ήρα η λευκοχέρα,
οπού αγαπούσε ολόψυχα παρόμοια και τους δύο·
του εστήθη οπίσω κι έπιασε τα ολόξανθα μαλλιά του,
σ᾽ εκείνον μόνον φανερή και αθώρητη στους άλλους.
Ξιπάσθη αυτός, εστράφηκε κι εγνώρισεν αμέσως
200την Αθηνά που φοβερήν στα μάτια λάμψιν είχε·
και ομίλησε προς την θεάν με λόγια φτερωμένα:
«Τ᾽ ήλθες και συ, ω του Διός του αιγιδοφόρου κόρη;
Του Ατρείδη Αγαμέμνονος να ιδείς την αδικίαν;
Αλλά σου λέγω καθαρά και πίστευσε· με τούτες
205τες έπαρσές του γρήγορα θα χάσει την ζωήν του».
Και η γλαυκόφθαλμη θεά σ᾽ εκείνον απεκρίθη:
«Κατέβηκ᾽ απ᾽ τον ουρανόν να παύσω την οργήν σου,
εάν μ᾽ ακούσεις· μ᾽ έστειλεν η Ήρα η λευκοχέρα,
που ολόψυχα σας αγαπά παρόμοια και τους δύο·
210έλα την μάχην άφησε, το ξίφος σου μη σύρεις,
μόνον με λόγια τ᾽ όνειδος που αυτός θα πάθει ειπέ του.
Ότι να γίνει θέλ᾽ ιδείς αυτό που σου προλέγω·
τρίδιπλα δώρ᾽ ατίμητα θα λάβεις μιαν ημέρα
γι᾽ αυτήν την ύβριν· τώρα συ κρατήσου και άκουσέ μας».
215Και ο φτεροπόδης προς αυτήν Πηλείδης αποκρίθη:
«Πρέπει, ω θεά, των δύο σας να σεβασθώ το λόγον,
αν κι είν᾽ η οργή μου φοβερή· και όμως αυτό συμφέρει,
όπου υπακούει στους θεούς κι αυτοί τον εισακούουν».
Είπε και από την αργυρήν λαβήν με το βαρύ του
220χέρι στην θήκην άμπωσε πάλι το μέγα ξίφος
πειθόμενος στην Αθηνά· κι εκείνη πάλι ανέβη
στον Όλυμπον μες στους θεούς, στα δώματα του Δία.
Με βαρείς λόγους έπειτα και πάλιν ο Πηλείδης
προς τον Ατρείδη εστράφηκεν, ούδ᾽ έπαυε η χολή του:
225«Ω μέθυσε, σκυλόματε, και με καρδιάν ελάφου!
μήτε ποτέ με τον λαόν ν᾽ αρματωθείς για μάχην,
μήτε εις καρτέρι να οδηγείς τους πρώτους πολεμάρχους
ετόλμησες· σου φαίνονται τρόμος θανάτου εκείνα·
καλύτερα στο στράτευμα των Αχαιών σ᾽ αρέσει
230όποιος σ᾽ εσένα αντιλογά, να του αφαιρείς τα δώρα·
τωόντι αχρείους κυβερνάς, λαοφάγε βασιλέα!
αλλιώς αυτό το αδίκημα θα ήταν το ύστερό σου·
αλλ᾽ έναν λόγον θα σου ειπώ, και ομόνω μέγαν όρκον·
ναι, μα το σκήπτρο τούτ᾽ οπού κλαδί δεν βγάζ᾽ ή φύλλα,
235καθώς αφήκε τον κορμόν στα όρη εκεί που εκόπη,
και δεν θ᾽ αναχλωράνει, αφού τα φύλλα και το φλούδι
γύρω του ελέπισε ο χαλκός, και το φορούν στο χέρι
οι δικαιοκρίτες Αχαιοί τους νόμους να φυλάγουν,
όπως τους έδωκεν ο Ζευς, και θα ᾽ναι μέγας όρκος·
240θ᾽ αποζητήσουν οι Αχαιοί μια μέρα τον Πηλείδη
όλοι και συ περίλυπος την δύναμιν δεν θα ᾽χεις
να τους βοηθείς, όταν πολλούς θα στρώσει χάμω η λόγχη
του ανθρωποφόνου Έκτορος και σε θα τρώγει ο πόνος,
που αψήφησες των Αχαιών τον πρώτον πολεμάρχον».