115ΜΥ. ἐγὼ δέ γ᾽ ἄν, κἂν ὡσπερεὶ ψῆτταν δοκῶ,
δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.
ΛΑ. ἐγὼν δὲ καί κα ποττὸ Ταΰγετον ἄνω
ἔλσοιμ᾽ ὅπα μέλλοιμί γ᾽ εἰράναν ἰδῆν.
ΛΥ. λέγοιμ᾽ ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.
120ἡμῖν γάρ, ὦ γυναῖκες, εἴπερ μέλλομεν
ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,
ἀφεκτέ᾽ ἐστὶ— ΚΛ. τοῦ; φράσον. ΛΥ. ποήσετ᾽ οὖν;
ΚΛ. ποήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.
ΛΥ. ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.
125τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε;
αὗται, τί μοιμυᾶτε κἀνανεύετε;
τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται;
ποήσετ᾽ ἢ οὐ ποήσετ᾽; ἢ τί μέλλετε;
130ΚΛ. οὐκ ἂν ποήσαιμ᾽, ἀλλ᾽ ὁ πόλεμος ἑρπέτω.
ΜΥ. μὰ Δί᾽ οὐδ᾽ ἔγωγ᾽ ἄν, ἀλλ᾽ ὁ πόλεμος ἑρπέτω.
ΛΥ. ταυτὶ σὺ λέγεις, ὦ ψῆττα; καὶ μὴν ἄρτι γε
ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.
ΚΛ. ἄλλ᾽, ἄλλ᾽ ὅ τι βούλει. κἄν με χρῇ, διὰ τοῦ πυρὸς
ἐθέλω βαδίζειν. τοῦτο μᾶλλον τοῦ πέους·
135οὐδὲν γὰρ οἷον, ὦ φίλη Λυσιστράτη.
ΛΥ. τί δαὶ σύ; ΜΥ. κἀγὼ βούλομαι διὰ τοῦ πυρός.
ΛΥ. ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος.
οὐκ ἐτὸς ἀφ᾽ ἡμῶν εἰσιν αἱ τραγῳδίαι·
οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.
140ἀλλ᾽, ὦ φίλη Λάκαινα, —σὺ γὰρ ἐὰν γένῃ
μόνη μετ᾽ ἐμοῦ, τὸ πρᾶγμ᾽ ἀνασωσαίμεσθ᾽ ἔτ᾽ ‹ἄν›, —
ξυμψήφισαί μοι. ΛΑ. χαλεπὰ μὲν ναὶ τὼ σιὼ
γυναῖκας ὑπνῶν ἐστ᾽ ἄνευ ψωλᾶς μόνας.
ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλ᾽ αὖ.
145ΛΥ. ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.
ΚΛ. εἰ δ᾽ ὡς μάλιστ᾽ ἀπεχοίμεθ᾽ οὗ σὺ δὴ λέγεις, —
ὃ μὴ γένοιτο, —μᾶλλον ἂν διὰ τουτογὶ
γένοιτ᾽ ἂν εἰρήνη; ΛΥ. πολύ γε νὴ τὼ θεώ.
εἰ γὰρ καθῄμεθ᾽ ἔνδον ἐντετριμμέναι,
150κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίονις
γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι,
στύοιντο δ᾽ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν,
ἡμεῖς δὲ μὴ προσιείμεθ᾽, ἀλλ᾽ ἀπεχοίμεθα,
σπονδὰς ποήσαιντ᾽ ἂν ταχέως, εὖ οἶδ᾽ ὅτι.
155ΛΑ. ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πα
γυμνᾶς παραϊδὼν ἐξέβαλ᾽, οἰῶ, τὸ ξίφος.
|