Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (5.1-5.75)


Ραψωδία Ε


Ἔνθ᾽ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
δῶκε μένος καὶ θάρσος, ἵν᾽ ἔκδηλος μετὰ πᾶσιν
Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ,
ἀστέρ᾽ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα 5
λαμπρὸν παμφαίνῃσι λελουμένος Ὠκεανοῖο·
τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
ὦρσε δέ μιν κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο.
Ἦν δέ τις ἐν Τρώεσσι Δάρης, ἀφνειὸς ἀμύμων,
ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην, 10
Φηγεὺς Ἰδαῖός τε, μάχης εὖ εἰδότε πάσης.
τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·
τὼ μὲν ἀφ᾽ ἵπποιιν, ὁ δ᾽ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
οἱ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος· 15
Τυδεΐδεω δ᾽ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ᾽ ἀκωκὴ
ἔγχεος, οὐδ᾽ ἔβαλ᾽ αὐτόν· ὁ δ᾽ ὕστερος ὄρνυτο χαλκῷ
Τυδεΐδης· τοῦ δ᾽ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
ἀλλ᾽ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δ᾽ ἀφ᾽ ἵππων.
Ἰδαῖος δ᾽ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον, 20
οὐδ᾽ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
ἀλλ᾽ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
ἵππους δ᾽ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς 25
δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ᾽ ὄχεσφι,
πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη
χειρὸς ἑλοῦσ᾽ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα· 30
«Ἆρες Ἄρες βροτολοιγέ, μιαιφόνε, τειχεσιπλῆτα,
οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
μάρνασθ᾽, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
νῶϊ δὲ χαζώμεσθα, Διὸς δ᾽ ἀλεώμεθα μῆνιν;»
Ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα· 35
τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ᾽ ἠϊόεντι Σκαμάνδρῳ,
Τρῶας δ᾽ ἔκλιναν Δαναοί· ἕλε δ᾽ ἄνδρα ἕκαστος
ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·
πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν 40
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
Ἰδομενεὺς δ᾽ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
τὸν μὲν ἄρ᾽ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ 45
νύξ᾽ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
ἤριπε δ᾽ ἐξ ὀχέων, στυγερὸς δ᾽ ἄρα μιν σκότος εἷλε.
Τὸν μὲν ἄρ᾽ Ἰδομενῆος ἐσύλευον θεράποντες·
υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον, αἵμονα θήρης,
Ἀτρεΐδης Μενέλαος ἕλ᾽ ἔγχεϊ ὀξυόεντι, 50
ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
ἀλλ᾽ οὔ οἱ τότε γε χραῖσμ᾽ Ἄρτεμις ἰοχέαιρα,
οὐδὲ ἑκηβολίαι, ᾗσιν τὸ πρίν γ᾽ ἐκέκαστο·
ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος 55
πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα 60
τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
οἷ τ᾽ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
τὸν μὲν Μηριόνης, ὅτε δὴ κατέμαρπτε διώκων, 65
βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἡ δὲ διαπρὸ
ἀντικρὺ κατὰ κύστιν ὑπ᾽ ὀστέον ἤλυθ᾽ ἀκωκή·
γνὺξ δ᾽ ἔριπ᾽ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
Πήδαιον δ᾽ ἄρ᾽ ἔπεφνε Μέγης, Ἀντήνορος υἱόν,
ὅς ῥα νόθος μὲν ἔην, πύκα δ᾽ ἔτρεφε δῖα Θεανὼ 70
ἶσα φίλοισι τέκεσσι, χαριζομένη πόσεϊ ᾧ.
τὸν μὲν Φυλεΐδης δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·
ἀντικρὺ δ᾽ ἀν᾽ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
ἤριπε δ᾽ ἐν κονίῃ, ψυχρὸν δ᾽ ἕλε χαλκὸν ὀδοῦσιν. 75


Ραψωδία Ε

Διομήδους ἀριστεία.

Δύναμιν τότ᾽ η Αθηνά και θάρρος του Διομήδη
έδωκεν ώστ᾽ εξαίσια στα πλήθη των Αργείων
να δοξασθεί και υπέρλαμπρην φήμην παντού να λάβει.
Από το κράνος του άναβε και απ᾽ την ασπίδα φλόγα
5που ακτινοβόλ᾽ ακοίμητη, του φθινοπώρου ως τ᾽ άστρο
λουσμένο απ᾽ τον Ωκεανόν ολόφωτο αναλάμπει·
φως τόσο από την κεφαλήν τού ανάβει και απ᾽ τους ώμους
κι έσπρωξε αυτόν κει πόβραζε σφοδρότερος ο αγώνας.
Ήταν Τρωαδίτης άνθρωπος, ο Δάρης, ιερέας
10του Ηφαίστου, πλούσιος, άψεγος· και τέκνα τον Φηγέα
και τον Ιδαίον είχε δυο, κι ήσαν πολέμων γνώστες·
κινήσαν εναντίον του κι οι δυο τους απ᾽ την τάξιν,
στ᾽ αμάξι αυτοί, κι εμάχετο πεζός ο Διομήδης.
Και, άμ᾽ αφού προχώρησαν, αντίκρυς εσταθήκαν,
15έριξε πρώτος το μακρύ κοντάρι του ο Φηγέας·
ξάκρισε η λόγχη αριστερά τον ώμον του Τυδείδη
και δεν τον πήρε· ακόντισε και αυτός κι όχι χαμένα.
Αλλά στο στηθοκόκαλο τον κτύπησ᾽ ώστε χάμω
τον κρήμνισ᾽ απ΄ την άμαξαν· επήδησεν ο Ιδαίος
20τ᾽ όμορφο αμάξι αφήνοντας, ούδ᾽ έλαβε την τόλμην
του φονευμένου του αδελφού φρουρός αυτού να μείνει,
ότι ούδ᾽ αυτός θε να ᾽φευγε τον χάρον, αλλ᾽ εσώθη
από τον Ήφαιστον, οπού τον έζωσε με σκότος,
να μη του μείνει ο γέροντας χωρίς παρηγορίαν.
25Τ᾽ άλογα τότ᾽ εξέζεψεν ο ένδοξος Τυδείδης
και των συντρόφων τα ᾽δωκε να πάρουν εις τα πλοία,
Και οι Τρώες στην γενναίαν των ψυχήν εταραχθήκαν
που τους υιούς του Δάρητος, τον έναν φονευμένον
είδαν, τον άλλον άφαντον· κι η γλαυκομάτ᾽ Αθήνη
30τον άγριον Άρη έπιασεν από το χέρι κι είπε:
«Ω Άρη φονικότατε, ω Άρη τειχοπλήκτη,
μόνους δεν τους αφήνομε τους Αχαιούς και Τρώας
να μάχονται, και ας δοξασθούν όποιοι θελήσει ο Δίας;
Από τη μέση ας λείψομε μήπως σ᾽ εμάς θυμώσει.»
35Αυτά ᾽πε κι απ᾽ τον πόλεμον τον άγριον Άρη επήρε
κι έβαλε αυτόν ν᾽ αναπαυθεί στες όχθες του Σκαμάνδρου·
τότ᾽ έγειραν οι Δαναοί τους Τρώας και από ένα
κάθε αρχηγός τους φόνευε· και πρώτος ο Αγαμέμνων
από τ᾽ αμάξι τον τρανόν έριξε κάτ᾽ Οδίον,
40των Αλιζώνων αρχηγόν, που, ως πρώτος ᾽στράφη, εμπήχθη
τ᾽ ακόντι μες στους ώμους του και από τα στήθη εβγήκε.
Πέφτει με βρόντον και αντηχούν επάνω τ᾽ άρματά του.
Εφόνευσ᾽ ο Ιδομενεύς τον Φαίστον απ᾽ την Τάρνην
την μεγαλόσβολην, υιόν του Βώρου Μαιονίδου.
45Αυτόν εκεί που ανέβαινε σ᾽ αμάξι με κοντάρι
στον δεξιόν ώμον λόγχισεν ο μέγας στρατηλάτης.
Κάτω εκρημνίσθη, κι έζωσεν αυτόν θανάτου σκότος.
Και οι σύντροφοι τον γύμνωναν εκεί του Ιδομενέως·
τότε ο Μενέλαος φόνευσε με λόγχην τον Στροφίδην
50Σκαμάνδριον, που ήταν έξοχος εις το κυνήγι γνώστης
ότι τον είχ᾽ η Άρτεμις η ίδια μορφωμένον
όλα τ᾽ αγρίμια να κτυπά που στ᾽ όρος τρέφει ο λόγγος.
Τότε όμως ούτ᾽ η Άρτεμις τον έσωσε η τοξεύτρα,
ούτ᾽ οι μακροβολίες του που τόσο τον δοξάσαν·
55τον κτύπησ᾽ ο Μενέλαος ο ανδρείος Ατρεΐδης,
με λόγχην, όπως έφευγεν εμπρός του, μες στους ώμους
στην ράχιν· και απ᾽ το στήθος του η άκρη πέρα εβγήκε·
᾽πίστομα πέφτει και βροντούν επάνω τ᾽ άρματά του.
Τον Αρμονίδην Φέρεκλον φονεύει ο Μηριόνης
60αυτόν, που με τα χέρια θαυμάσια τεχνουργούσε,
ότ᾽ η Παλλάς η Αθηνά περίσσα τον αγάπα.
Και του Αλεξάνδρου έκαμε αυτός τα ισόπλευρα καράβια
τ᾽ αρχέκακα, που εγέννησαν κακό στους Τρώας όλους
και εις αυτόν, που των θεών τα ρήματ᾽ αγνοούσε.
65Και αυτόν ως τον κατάτρεχεν, προφθάνει ο Μηριόνης
και τον κτυπά στο δεξιό μερί και αντίκρ᾽ η λόγχη
στην φούσκαν βγαίνει, αφού περνά στο κόκαλο αποκάτω.
Βογγά, πέφτει στα γόνατα και ο θάνατος τον ζώνει.
Εφόνευσε τον Πήδαιον Αντηνορίδη ο Μέγης,
70νόθον και αυτόν· η Θεανώ, θεία γυνή, προς χάριν
του ανδρός της, καλοανάτρεφεν ως τ᾽ ακριβά παιδιά της.
Εκείνον τότ᾽ από σιμά ο ανδρείος Φιλεΐδης
κτύπησε στ᾽ αντικέφαλο μ᾽ ακονισμένην λόγχην·
την γλώσσαν έκοψ᾽ ο χαλκός κάτ᾽ ως τα δόντια πέρα·
75πέφτει· σφίγγουν τα δόντια του το σίδερο το κρύο.