1295ΠΡΥ. Λάκων, πρόφαινε δὴ σὺ μοῦσαν ἔτι νέαν.
ΛΑ. Ταΰγετον αὖτ᾽ ἐραννὸν ἐκλιπῶἁ,
Μῶἁ μόλε, ‹μόλε,› Λάκαινα, πρεπτὸν ἁμὶν
κλέωἁ τὸν Ἀμύκλαις σιὸν
1300καὶ Χαλκίοικον ἄνασσαν,
Τυνδαρίδας τ᾽ ἀγασώς,
τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι.
εἶα μάλ᾽ ἔμβη,
ὢ εἶα κοῦφα πᾶλον,
1305ὡς Σπάρταν ὑμνίωμες,
τᾷ σιῶν χοροὶ μέλοντι
καὶ ποδῶν κτύπος,
‹ὅχ᾽› ἇτε πῶλοι ταὶ κόραι
πὰρ τὸν Εὐρώταν
1310ἀμπαδίοντι, πυκνὰ ποδοῖν
ἀγκονίωαἱ,
ταὶ δὲ κόμαι σείονται
ἇπερ Βακχᾶν θυρσαδδωἇν καὶ παιδδωἇν.
ἁγῆται δ᾽ ἁ Λήδας παῖς
1315ἁγνὰ χοραγὸς εὐπρεπής.
ἀλλ᾽ ἄγε, κόμαν παραμπύκιδδε χερὶ ποδοῖν τε πάδη
ἇ τις ἔλαφος, κρότον δ᾽ ἁμᾶ ποίη χορωφελήταν,
1320καὶ τὰν κρατίσταν παμμάχον, τὰν Χαλκίοικον ὕμνη.
|