Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (3.418-3.461)


Ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα,
βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
420 σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.
Αἱ δ᾽ ὅτ᾽ Ἀλεξάνδροιο δόμον περικαλλέ᾽ ἵκοντο,
ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,
ἡ δ᾽ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
τῇ δ᾽ ἄρα δίφρον ἑλοῦσα φιλομμειδὴς Ἀφροδίτη
425 ἀντί᾽ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·
ἔνθα κάθιζ᾽ Ἑλένη, κούρη Διὸς αἰγιόχοιο,
ὄσσε πάλιν κλίνασα, πόσιν δ᾽ ἠνίπαπε μύθῳ·
«ἤλυθες ἐκ πολέμοι᾽· ὡς ὤφελες αὐτόθ᾽ ὀλέσθαι,
ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.
430 ἦ μὲν δὴ πρίν γ᾽ εὔχε᾽ ἀρηϊφίλου Μενελάου
σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·
ἀλλ᾽ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον
ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σ᾽ ἔγωγε
παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ
435 ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
ἀφραδέως, μή πως τάχ᾽ ὑπ᾽ αὐτοῦ δουρὶ δαμήῃς.»
Τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·
«μή με, γύναι, χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·
νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,
440 κεῖνον δ᾽ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.
ἀλλ᾽ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·
οὐ γάρ πώ ποτέ μ᾽ ὧδέ γ᾽ ἔρως φρένας ἀμφεκάλυψεν,
οὐδ᾽ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς
ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,
445 νήσῳ δ᾽ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,
ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.»
Ἦ ῥα, καὶ ἄρχε λέχοσδε κιών· ἅμα δ᾽ εἵπετ᾽ ἄκοιτις.
Τὼ μὲν ἄρ᾽ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,
Ἀτρεΐδης δ᾽ ἀν᾽ ὅμιλον ἐφοίτα θηρὶ ἐοικώς,
450 εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.
ἀλλ᾽ οὔ τις δύνατο Τρώων κλειτῶν τ᾽ ἐπικούρων
δεῖξαι Ἀλέξανδρον τότ᾽ ἀρηϊφίλῳ Μενελάῳ·
οὐ μὲν γὰρ φιλότητί γ᾽ ἐκεύθανον εἴ τις ἴδοιτο·
ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.
455 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
«κέκλυτέ μευ, Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι·
νίκη μὲν δὴ φαίνετ᾽ ἀρηϊφίλου Μενελάου,
ὑμεῖς δ᾽ Ἀργείην Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῇ
ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν᾽ ἔοικεν,
460 ἥ τε καὶ ἐσσομένοισι μετ᾽ ἀνθρώποισι πέληται.»
Ὣς ἔφατ᾽ Ἀτρεΐδης, ἐπὶ δ᾽ ᾔνεον ἄλλοι Ἀχαιοί.


Ετρόμαξε στον λόγον της η Ελένη και στον πέπλον
κλεισμένη τον ολόασπρον κατόπι της κινούσε
420σιγά, χωρίς οι Τρώισσες ποσώς να το νοήσουν,
κι όταν στα δώματ᾽ έφθασαν τα ωραία του Αλεξάνδρου,
αμέσως οι θεράπαινες στα έργα τους στραφήκαν,
και στον υψηλόν θάλαμον ανέβ᾽ η γυνή θεία,
κι έπιασεν η φιλόγελη αθάνατη Αφροδίτη
425ένα θρονί και το ᾽στησεν αντίκρυ του Αλεξάνδρου·
σ᾽ αυτό η Ελένη εκάθισε, του Δία θυγατέρα,
κι ονείδιζε τον άνδρα της με αντίστροφο το βλέμμα:
«Ήλθες από τον πόλεμον, στον τόπον να ᾽χες μείνει
σφαγμένος απ᾽ τον ήρωα που πρώτος μου ήταν άνδρας,
430και όμως πρώτα επαίρεσο πως ήσουν και στα χέρια
και στο κοντάρι ανώτερος του ανδρείου Μενελάου·
εμπρός λοιπόν προκάλεσε και πάλιν τον ανδρείον
Μενέλαον στον πόλεμον· αλλά σε συμβουλεύω
να ησυχάσεις στο εξής, μη σαν μωρός θελήσεις
435με τον ξανθόν Μενέλαον να κτυπηθείς και πάλιν,
μη πέσεις γρήγορα νεκρός στην λόγχην του αποκάτω».
Και ο Πάρις της απάντησε: «Γυνή, μη μ᾽ ονειδίζεις
τόσο πικρά, και αν σήμερον μ᾽ ενίκησεν ο Ατρείδης
με βοηθόν την Αθηνάν, κι εγώ θα τον νικήσω
440άλλην φοράν· ότι θεοί καλοί κι εμάς δεν λείπουν·
αλλ᾽ έλα τώρα ερωτικά να γλυκοκοιμηθούμε·
ποτέ τόσον δεν άναψεν ο πόθος την ψυχήν μου,
μηδ᾽ όταν απ᾽ την Σπάρτην σου την πρόσχαρην σ᾽ επήρα
τότε κι επλέαμε μαζί στα ποντοπόρα πλοία
445κι έσμιξα ερωτικά μ᾽ εσέ στην νήσο της Κρανάης,
όσο για σε τώρα γλυκός με συνεπαίρνει ο πόθος».
Είπε, στην κλίνην έπεσε κι εκείνη ευθύς κατόπι.
Κι ενώ εκείνοι επλάγιαζαν στην τορνευμένην κλίνην,
ωσάν θηρίον γύριζεν ο Ατρείδης μες στα πλήθη
450κάπου να ιδεί τον Πάριδα, αλλά δεν εδυνήθη
των Τρώων και των βοηθών κανείς να φανερώσει
τον θεϊκόν Αλέξανδρον του θείου Μενελάου
κι όμως δεν θα τον έκρυβε κανένας απ᾽ αγάπην,
ότι ως τον μαύρον θάνατον τον εμισούσαν όλοι·
455και είπε τότε ο κραταιός Ατρείδης Αγαμέμνων:
«Σεις Τρώες, και σεις Δάρδανοι, σεις σύμμαχοι, όλοι ακούτε·
η νίκη εφανερώθηκε του ανδρείου Μενελάου·
σεις τώρα παραδώσετε την Άργισσαν Ελένην
με όσους έχει θησαυρούς και πρόστιμον ακόμη,
460που και στες άλλες γενεές να φθάσει τ᾽ άκουσμά του».
Αυτά ᾽πε και των Αχαιών τα πλήθη συμφωνούσαν.