ΛΑ. ὅρμαὁν τῷ κυρσανίῳ, Μναμόνα,
τὰν τεὰν Μῶἁν, ἅτις
1250οἶδεν ἁμὲ τώς τ᾽ Ἀσαναί-
ως, ὅκα τοὶ μὲν ἐπ᾽ Ἀρταμιτίῳ
πρώκροον συείκελοι
ποττὰ κᾶλα τὼς Μήδως τ᾽ ἐνίκων·
ἁμὲ δ᾽ αὖ Λεωνίδας
1255ἆγεν ἇπερ τὼς κάπρως σά-
γοντας, οἰῶ, τὸν ὀδόντα· πολὺς δ᾽
ἀμφὶ τὰς γένυας ἀφρὸς ἤνσεεν, πο-
λὺς δ᾽ ἁμᾶ καττῶν σκελῶν ἵετο.
1260ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως
τᾶς ψάμμας τοὶ Πέρσαι.
ἀγροτέρα σηροκτόνε, μόλε δεῦρο, παρσένε σιά,
ποττὰς σπονδάς,
1265ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον. νῦν δ᾽
αὖ φιλία τ᾽ ἀὲς εὔπορος εἴη
ταῖσι συνθήκαισι, καὶ τᾶν αἱμυλᾶν ἀ-
1270λωπέκων παυαἵμεθα.
ὤ, δεῦρ᾽ ἴθι, δεῦρο,
ὦ κυναγὲ παρσένε.
ΠΡΥ. ἄγε νυν ἐπειδὴ τἄλλα πεπόηται καλῶς,
ἀπάγεσθε ταύτας, ὦ Λάκωνες, τασδεδὶ
1275ὑμεῖς· ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ
στήτω παρ᾽ ἄνδρα, κᾆτ᾽ ἐπ᾽ ἀγαθαῖς ξυμφοραῖς
ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα
τὸ λοιπὸν αὖθις μὴ ᾽ξαμαρτάνειν ἔτι.
ΧΟ. πρόσαγε χορόν, ἔπαγε χάριτας,
1280ἐπὶ δὲ κάλεσον Ἄρτεμιν,
ἐπὶ δὲ δίδυμον ἀγέχορον Ἰήιον
εὔφρον᾽, ἐπὶ δὲ Νύσιον,
ὃς μετὰ μαινάσιν ὄμμασι δαίεται,
1285Δία τε πυρὶ φλεγόμενον, ἐπὶ δὲ
πότνιαν ἄλοχον ὀλβίαν·
εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι
χρησόμεθ᾽ οὐκ ἐπιλήσμοσιν
ἡσυχίας πέρι τῆς ἀγανόφρονος,
1290ἣν ἐπόησε θεὰ Κύπρις.
ἀλαλαί, ἰὴ παιών.
αἴρεσθ᾽ ἄνω, ἰαί,
ὡς ἐπὶ νίκῃ, ἰαί.
εὐοῖ, εὐοῖ, εὐαῖ, εὐαῖ.
|