Μηκέτ᾽ ἐνὶ δρυμοῖσι τὸν ἀνέρα μύρεο, Κύπρι·
οὐκ ἀγαθὰ στιβάς ἐστιν Ἀδώνιδι φυλλὰς ἐρήμα·
70λέκτρον ἔχοι, Κυθέρεια, τὸ σὸν νῦν νεκρὸς Ἄδωνις·
καὶ νέκυς ὢν καλός ἐστι, καλὸς νέκυς, οἷα καθεύδων.
κάτθεό νιν μαλακοῖς ἐνὶ φάρεσιν οἷς ἐνιαύων
τὸν μετὰ σεῦ ἀνὰ νύκτα τόχ᾽ ἱερὸν ὕπνον ἐμόχθει
παγχρυσέῳ κλιντῆρι· ποθεῖ καὶ στυγνὸν Ἄδωνιν.
75βάλλε δέ νιν στεφάνοισι καὶ ἄνθεσι· πάντα σὺν αὐτῷ,
ὡς τῆνος τέθνακε, καὶ ἄνθεα πάντα θανόντων.
ῥαῖνε δέ νιν Συρίοισιν ἀλείφασι, ῥαῖνε μύροισιν·
ὀλλύσθω μύρα πάντα, τὸ σὸν μύρον ὤλετ᾽ Ἄδωνις.
Κέκλιται ἁβρὸς Ἄδωνις ἐν εἵμασι πορφυρέοισιν,
80ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν Ἔρωτες,
κειράμενοι χαίτας ἐπ᾽ Ἀδώνιδι. χὠ μὲν ὀιστώς,
ὃς δ᾽ ἐπὶ τόξον ἔβαλλ᾽, ὃς δὲ πτερόν, ὃς δὲ φαρέτραν.
χὠ μὲν ἔλυσε πέδιλον Ἀδώνιδος, οἱ δὲ λέβητι
χρυσείῳ φορέοισιν ὕδωρ, ὁ δὲ μηρία λούει,
85ὃς δ᾽ ὄπιθεν πτερύγεσσιν ἀναψύχει τὸν Ἄδωνιν.
«αἰαῖ τὰν Κυθέρειαν», ἐπαιάζουσιν Ἔρωτες.
Ἔσβεσε λαμπάδα πᾶσαν ἐπὶ φλιαῖς Ὑμέναιος
καὶ στέφος ἐξεκέδασσε γαμήλιον, οὐκέτι δ᾽ «ὑμήν»,
«ὑμήν» οὐκέτ᾽ ἄειδει, ἑὸν μέλος, ἀλλ᾽ ἀεὶ «αἰαῖ».
90αἰαῖ δ᾽ αὖ τὸν Ἄδωνιν ἔτι πλέον ἢ Ὑμέναιος
αἱ Χάριτες κλαίοντι τὸν υἱέα τὸν Κινύραο,
«ὤλετο καλὸς Ἄδωνις» ἐν ἀλλάλαισι λέγοισαι.
«αἰαῖ» δ᾽ ὀξὺ λέγοντι πολὺ πλέον ἢ τύ, Διώνα,
χαἰ Μοῖραι, τὸν Ἄδωνιν ἀνακλείοισι δ᾽ ἀφ᾽ Ἅιδα,
95καί νιν ἐπαείδουσιν, ὃ δέ σφισιν οὐκ ἐπακούει·
οὐ μὰν οὐκ ἐθέλει, Κώρα δέ νιν οὐκ ἀπολύει.
Λῆγε γόων, Κυθέρεια, τὸ σάμερον, ἴσχεο κομμῶν·
δεῖ σε πάλιν κλαῦσαι, πάλιν εἰς ἔτος ἄλλο δακρῦσαι.
|